τοιοῦτοι ὑπάρχουσιν οἱ θεοὶ αὐτῶν, καθιδρυμένων αὐτῶν ἐν τοῖς οἴκοις. οἱ ὀφθαλμοὶ αὐτῶν πλήρεις εἰσὶν κονιορτοῦ ἀπὸ τῶν ποδῶν τῶν εἰσπορευομένων. καὶ ὥσπερ τινὶ ἠδικηκότι βασιλέα περιπεφραγμέναι εἰσὶν αἱ αὐλαί, ὡς ἐπὶ θανάτῳ ἀπηγμένῳ, τοὺς οἴκους αὐτῶν ὐχυροῦσιν οἱ ἱερεῖς θυρώμασίν τε καὶ κλείθροις καὶ μοχλοῖς, ὅπως ὑπὸ τῶν λῃστῶν μὴ συληθῶσι λύχνους καίουσιν καὶ πλείους ἑαυτοῖς, ὧν οὐδένα δύνανται ἰδεῖν. ἔστιν μέν ὥσπερ δοκὸς τῶν ἐκ τῆς οἰκίας, τὰς δέ καρδίας αὐτῶν φασὶν ἐκλείχεσθαιʼ τῶν ἀπὸ τῆς γῆς ἑρπετῶν κατεσθόντων αὐτοὺς τε καὶ τὸν ἱματισμὸν αὐτῶν οὐκ αἰσθάνονται. μεμελανωμένοι τὸ πρόσωπον αὐτῶν ἀπὸ τοῦ καπνοῦ τοῦ ἐκ τῆς οἰκίας.