<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg052.1st1K-grc1"><div type="textpart" subtype="verse" n="1"><p>Διὰ τὰς ἁμαρτίας ὑμῶν ἄς ἡμαρτήκατε ἐναντίον τοῦ θεοῦ ἀχθήσεσθε
εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονοσὸρ βασιλέως τῶν
Βαβυλωνίων.</p></div><div type="textpart" subtype="verse" n="2"><p>εἰσελθόντες οὗν εἰς Βαβυλῶνα ἔσεσθε ἐκεῖ ἔτη πλείονα
καὶ χρόνον μακρὸν ἕως γενεῶν ἑπτά· μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς
ἐκεῖθεν μετʼ εἰρήνης.</p></div><div type="textpart" subtype="verse" n="3"><p>νυνὶ δὲ ὄψεσθε ἐν Βαβυλῶνι θεοὺς ἀργυροῦς
καὶ χρυσοῦς καὶ ξυλίνους ἐπʼ ὠμοις αἰρομένους, δεικνύντας φόβον
τοῖς ἔθνεσιν.</p></div><div type="textpart" subtype="verse" n="4"><p> εὐλαβήθητε οὗν μὴ καὶ ὑμεῖς ἀφομοιωθέντες τοῖς
ἀλλοφύλοις ἀφομοιωθῆτε, καὶ φόβος ὑμᾶς λάβῃ ἐπʼ αὐτοῖς,</p></div><div type="textpart" subtype="verse" n="5"><p>ἰδόντας
ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτῶν προσκυνοῦντας αὐτά· εἶπατε
δὲ τῇ διανοίᾳ Σοὶ δεῖ προσκυνεῖν, Δἐσποτα.</p></div></div></body></text></TEI>