Διὰ τὰς ἁμαρτίας ὑμῶν ἄς ἡμαρτήκατε ἐναντίον τοῦ θεοῦ ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονοσὸρ βασιλέως τῶν Βαβυλωνίων. εἰσελθόντες οὗν εἰς Βαβυλῶνα ἔσεσθε ἐκεῖ ἔτη πλείονα καὶ χρόνον μακρὸν ἕως γενεῶν ἑπτά· μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς ἐκεῖθεν μετʼ εἰρήνης. νυνὶ δὲ ὄψεσθε ἐν Βαβυλῶνι θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους ἐπʼ ὠμοις αἰρομένους, δεικνύντας φόβον τοῖς ἔθνεσιν. εὐλαβήθητε οὗν μὴ καὶ ὑμεῖς ἀφομοιωθέντες τοῖς ἀλλοφύλοις ἀφομοιωθῆτε, καὶ φόβος ὑμᾶς λάβῃ ἐπʼ αὐτοῖς, ἰδόντας ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτῶν προσκυνοῦντας αὐτά· εἶπατε δὲ τῇ διανοίᾳ Σοὶ δεῖ προσκυνεῖν, Δἐσποτα.