<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="96"><p>ἧκον δʼ οἱ πεμφθέντες, κἂν ἐπεπράχεισαν, εἰ μὴ τοῦ τριγχοῦ θᾶττον ἀφαλόμενος ἐγὼ μετὰ τοῦ σωματοφύλακος Ἰακώβου καὶ ὑπό τινος Τιβεριέως Ἡρώδου προσανακουφισθείς, ὁδηγηθεὶς ὑπὸ τούτου ἐπὶ τὴν λίμνην καὶ πλοίου λαβόμενος καὶ ἐπιβὰς παρὰ δόξαν τοὺς ἐχθροὺς διαφυγὼν εἰς Ταριχέας ἀφικόμην.  </p></div><milestone n="19" unit="Whiston_section"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="97"><p>Οἱ δὲ τὴν πόλιν ταύτην κατοικοῦντες ὡς ἐπύθοντο τὴν τῶν Τιβεριέων ἀπιστίαν, σφόδρα παρωξύνθησαν. ἁρπάσαντες οὖν τὰ ὅπλα παρεκάλουν σφᾶς ἄγειν ἐπʼ αὐτούς· θέλειν γὰρ ἔφασκον ὑπὲρ τοῦ στρατηγοῦ δίκας λαβεῖν παρʼ αὐτῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="98"><p>διήγγελλον δὲ τὰ γεγονότα καὶ τοῖς κατὰ τὴν Γαλιλαίαν πᾶσαν ἐρεθίσαι καὶ τούτους κατὰ τῶν Τιβεριέων διὰ σπουδῆς ἔχοντες, παρεκάλουν τε πλείστους συναχθέντας ἀφικέσθαι πρὸς αὐτούς, ἵνα μετὰ γνώμης τοῦ στρατηγοῦ πράττωσιν τὸ δόξαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="99"><p>ἧκον οὖν οἱ Γαλιλαῖοι πολλοὶ πανταχόθεν μεθʼ ὅπλων καὶ παρεκελεύοντό μοι προσβαλεῖν τῇ <pb/> Τιβεριάδι καὶ κατὰ κράτος αὐτὴν ἐξελεῖν καὶ πᾶσαν ἔδαφος ποιήσαντα τοὺς ἐνοίκους σὺν γυναιξὶ καὶ τέκνοις ἀνδραποδίσασθαι. συνεβούλευον δὲ ταῦτα καὶ τῶν φίλων οἱ ἐκ τῆς Τιβεριάδος διασωθέντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="100"><p>ἐγὼ δὲ οὐ συνεπένευον δεινὸν ἡγούμενος ἐμφυλίου πολέμου κατάρχειν· μέχρι λόγων γὰρ ᾤμην εἶναι δεῖν τὴν φιλονεικίαν. καὶ μὴν οὐδʼ αὐτοῖς ἔφασκον συμφέρειν τοῦτο πρᾶξαι Ῥωμαίων ταῖς πρὸς ἀλλήλους στάσεσιν αὐτοὺς ἀπολέσθαι προσδοκώντων. ταῦτα δὲ λέγων ἔπαυσα τῆς ὀργῆς τοὺς Γαλιλαίους.  </p></div></div></body></text></TEI>