ἐκέλευε δὲ καὶ τοὺς πρώτους αὐτῶν ἄνδρας ἑβδομήκοντα πέμπειν ἀπολογησομένους περὶ τῆς ἐπενηνεγμένης αἰτίας. ἐλθόντες οὖν οἱ δώδεκα πρὸς τοὺς ἐν Ἐκβατάνοις ὁμοφύλους καὶ καταλαβόντες αὐτοὺς μηδὲν ἐπὶ νεωτερισμῷ φρονοῦντας ἔπεισαν καὶ τοὺς ἑβδομήκοντα πέμπειν. οἱ δὲ μηδὲν ὑποπτεύσαντες τοιοῦτον οἷον ἔμελλεν ἀποβήσεσθαι ἐξαπέστειλαν. καταβαίνουσιν δʼ οὗτοι μετὰ τῶν δώδεκα πρέσβεων εἰς τὴν Καισάρειαν. ὑπαντήσας οὖν ὁ Οὔαρος μετὰ τῆς βασιλικῆς δυνάμεως σὺν τοῖς πρέσβεσιν πάντας ἀπέκτεινεν καὶ τὴν πορείαν ἐπὶ τοὺς ἐν Ἐκβατάνοις Ἰουδαίους ἐποιεῖτο. φθάσας δέ τις ἐκ τῶν ἑβδομήκοντα σωθεὶς ἀπήγγειλεν αὐτοῖς, κἀκεῖνοι τὰ ὅπλα λαβόντες σὺν γυναιξὶ καὶ τέκνοις εἰς Γάμαλα τὸ φρούριον ὑπεχώρησαν, καταλιπόντες τὰς κώμας πολλῶν ἀγαθῶν πλήρεις καὶ βοσκημάτων πολλὰς μυριάδας ἐχούσας. Φίλιππος δὲ πυθόμενος ταῦτα καὶ αὐτὸς εἰς Γάμαλα τὸ φρούριον ἧκεν. παραγενομένου δὲ κατεβόα τὸ πλῆθος, ἄρχειν αὐτὸν παρακαλοῦντες καὶ πολεμεῖν πρὸς Οὔαρον καὶ τοὺς ἐν τῇ Καισαρείᾳ Σύρους. διαδέδοκτο γὰρ ὑπὸ τούτων τὸν βασιλέα τεθνάναι. Φίλιππος δʼ αὐτῶν κατεῖχε τὰς ὁρμὰς ὑπομιμνήσκων τῶν τε τοῦ βασιλέως εἰς αὐτοὺς εὐεργεσιῶν, καὶ τὴν Ῥωμαίων διηγούμενος ὅση τίς ἐστι δύναμις συμφέρειν οὐκ ἔλεγεν ἄρασθαι πρὸς τούτους πόλεμον, καὶ τέλος ἔπεισεν.