λαβόντος ἀρχὴν Ἰουδαίοις τοῦ πρὸς Ῥωμαίους πολέμου Τιβεριεῖς διεγνώκεισαν ὑπακούειν βασιλεῖ καὶ Ῥωμαίων μὴ ἀφίστασθαι. πείθει δʼ αὐτοὺς Ἰοῦστος ἐφʼ ὅπλα χωρῆσαι νεωτέρων αὐτὸς ἐφιέμενος πραγμάτων καὶ διʼ ἐλπίδος ἔχων ἄρξειν Γαλιλαίων τε καὶ τῆς ἑαυτοῦ πατρίδος. οὐ μὴν τῶν προσδοκηθέντων ἐπέτυχεν· Γαλιλαῖοί τε γὰρ ἐχθρῶς ἔχοντες πρὸς τοὺς Τιβεριεῖς διὰ μῆνιν ὧν ὑπʼ αὐτοῦ πρὸ τοῦ πολέμου πεπόνθεισαν, οὐκ ἠνείχοντο στρατηγοῦντος αὐτῶν Ἰούστου, κἀγὼ δὲ τὴν προστασίαν τῆς Γαλιλαίας πιστευθεὶς ὑπὸ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν, πολλάκις εἰς τοσαύτην ἧκον ὀργήν, ὡς ὀλίγου δεῖν ἀποκτεῖναι τὸν Ἰοῦστον, φέρειν αὐτοῦ τὴν μοχθηρίαν οὐ δυνάμενος. δείσας οὖν ἐκεῖνος, μὴ καὶ λάβῃ τέλος ἅπαξ ὁ θυμός, ἔπεμψε πρὸς βασιλέα Κρῖσπον ἀσφαλέστερον οἰκήσειν παρʼ ἐκείνῳ νομίζων. Σεπφωρῖται δὲ παραδόξως τὸν πρῶτον κίνδυνον διαφυγόντες πρὸς Κέστιον Γάλλον ἔπεμψαν ἥκειν παρακαλοῦντες ὡς αὐτοὺς θᾶττον παραληψόμενον τὴν πόλιν, ἢ πέμπειν δύναμιν τὴν ἀνακόψουσαν τὰς ἐπʼ αὐτοὺς τῶν πολεμίων ἐπιδρομάς· καὶ τέλος ἔπεισαν τὸν Γάλλον πέμψαι δύναμιν αὐτοῖς ἱππικήν τε καὶ πεζικήν, ἣν ἐλθοῦσαν νυκτὸς εἰσεδέξαντο. κακουμένης δὲ ὑπὸ τῆς Ῥωμαϊκῆς στρατιᾶς τῆς [πέριξ] χώρας ἀναλαβὼν ἐγὼ τοὺς περὶ ἐμὲ στρατιώτας ἧκον εἰς Γαρεις κώμην. ἔνθα βαλόμενος χάρακα πόρρω τῆς Σεπφωριτῶν πόλεως ἀπὸ σταδίων εἴκοσι νυκτὸς ἐπʼ αὐτῇ προσέμιξα καὶ τοῖς τείχεσι προσέβαλλον,