σύννους οὖν πολλὴν γενόμενος ὥραν, ὅτι μὲν ἠδικήκασιν, εἶπον, Τιβεριεῖς, οἶδα κἀγώ, τὴν πόλιν δʼ αὐτῶν ὑμᾶς οὐ κωλύσω διαρπάσαι. δεῖ δʼ ὅμως καὶ μετὰ κρίσεως τὰ τηλικαῦτα πράττειν· οὐ γὰρ μόνοι Τιβεριεῖς προδόται τῆς ἐλευθερίας ἡμῶν γεγόνασιν, ἀλλὰ πολλοὶ καὶ τῶν ἐν Γαλιλαίᾳ δοκιμωτάτων. προσμείνατε δὴ μέχρι τοὺς αἰτίους ἀκριβῶς ἐκμάθω, καὶ τότε πάντας ὑποχειρίους ἕξετε καὶ ὅσους ἰδίᾳ ἐπάξαι δυνήσεσθε . ταῦτʼ εἰπὼν ἔπεισα τὸ πλῆθος καὶ παυσάμενοι τῆς ὀργῆς διελύθησαν. τὸν παρὰ βασιλέως δὲ πεμφθέντα δῆσαι κελεύσας, μετʼ οὐ πολλὰς ἡμέρας ἐπί τινα τῶν ἐμαυτοῦ χρειῶν ἐπείγουσαν σκηψάμενος ἐκδημεῖν τῆς βασιλείας, καλέσας τὸν Κρῖσπον λάθρα προσέταξα μεθύσαι τὸν στρατιώτην φύλακα καὶ φυγεῖν πρὸς βασιλέα· μὴ γὰρ διωχθήσεσθαι. καὶ ὁ μὲν ταῖς ὑποθήκαις πεισθεὶς διέφυγε· Τιβεριὰς δὲ μέλλουσα δεύτερον ἀφανίζεσθαι στρατηγίᾳ τῇ ἐμῇ καὶ προνοίᾳ τῇ περὶ αὐτῆς ὀξὺν οὕτως κίνδυνον διέφυγεν. Κατὰ τοῦτον δὲ τὸν καιρὸν Ἰοῦστος ὁ Πιστοῦ παῖς λαθὼν ἐμὲ διαδιδράσκει πρὸς τὸν βασιλέα. τὴν αἰτίαν δὲ διʼ ἣν τοῦτʼ ἔπραξεν ἀφηγήσομαι.