Καὶ Τιβεριὰς δὲ παρʼ ὀλίγον ἀνηρπάσθη ὑπὸ Γαλιλαίων τοιαύτης αἰτίας ὑποπεσούσης· τῶν ἐκ τῆς βουλῆς οἱ πρῶτοι γράφουσι πρὸς τὸν βασιλέα παρακαλοῦντες ἀφικέσθαι πρὸς αὐτοὺς παραληψόμενον τὴν πόλιν. ὑπέσχετο δʼ ὁ βασιλεὺς ἔρχεσθαι, καὶ τὰς ἐπιστολὰς ἀντιγράφει καὶ τῶν περὶ τὸν κοιτῶνα τινί, Κρίσπῳ μὲν τοὔνομα, τὸ δὲ γένος Ἰουδαίῳ, δίδωσι πρὸς τοὺς Τιβεριεῖς φέρειν. τοῦτον κομίσαντα τὰ γράμματα γνωρίσαντες οἱ Γαλιλαῖοι καὶ συλλαβόντες ἄγουσιν ἐπʼ ἐμέ. τὸ δὲ πᾶν πλῆθος, ὡς ἤκουσεν, παροξυνθὲν ἐφʼ ὅπλα τρέπεται. συναχθέντες δὲ πολλοὶ πολλαχόθεν κατὰ τὴν ἐπιοῦσαν ἧκον εἰς Ἄσωχιν πόλιν, ἔνθα δὴ τὴν κατάλυσιν ἐποιούμην, καταβοήσεις τε σφόδρα ἐποιοῦντο, προδότιν ἀποκαλοῦντες τὴν Τιβεριάδα καὶ βασιλέως φίλην, ἐπιτρέπειν τε ἠξίουν αὐτοῖς καταβᾶσιν ἄρδην ἀφανίσαι· καὶ γὰρ πρὸς τοὺς Τιβεριεῖς εἶχον ἀπεχθῶς, ὡς πρὸς τοὺς Σεπφωρίτας. Ἐγὼ δʼ ἀκούσας ἠπόρουν, τίνα τρόπον ἐξαρπάσω τὴν Τιβεριάδα τῆς Γαλιλαίων ὀργῆς. ἀρνήσασθαι γὰρ οὐκ ἐδυνάμην μὴ γεγραφέναι τοὺς Τιβεριεῖς καλοῦντας τὸν βασιλέα· ἤλεγχον γὰρ αἱ παρʼ ἐκείνου πρὸς αὐτοὺς ἀντιγραφαὶ τὴν ἀλήθειαν.