οὐ μὴν ἐγώ σοι τὸν αὐτὸν τρόπον περὶ τῆς ἐμαυτοῦ γραφῆς ἔδεισα, ἀλλʼ αὐτοῖς ἐπέδωκα τοῖς αὐτοκράτορσι τὰ βιβλία μόνον οὐ τῶν ἔργων ἔτι βλεπομένων· συνῄδειν γὰρ ἐμαυτῷ τετηρηκότι τὴν τῆς ἀληθείας παράδοσιν, ἐφʼ ᾗ μαρτυρίας τεύξεσθαι προσδοκήσας οὐ διήμαρτον. καὶ ἄλλοις δὲ πολλοῖς εὐθὺς ἐπέδωκα τὴν ἱστορίαν, ὧν ἔνιοι καὶ παρατετεύχεισαν τῷ πολέμῳ, καθάπερ βασιλεὺς Ἀγρίππας καί τινες αὐτοῦ τῶν συγγενῶν. ὁ μὲν γὰρ αὐτοκράτωρ Τίτος ἐκ μόνων αὐτῶν ἐβουλήθη τὴν γνῶσιν τοῖς ἀνθρώποις παραδοῦναι τῶν πράξεων, ὥστε χαράξας τῇ ἑαυτοῦ χειρὶ τὰ βιβλία δημοσιῶσαι προσέταξεν, ὁ δὲ βασιλεὺς Ἀγρίππας ἑξηκονταδύο γέγραφεν ἐπιστολὰς τῇ τῆς ἀληθείας παραδόσει μαρτυρῶν. ὧν δὴ καὶ δύο ὑπέταξα καὶ βουληθέντι σοι τὰ γεγραμμένα γνῶναι πάρεστιν ἐξ αὐτῶν· βασιλεὺς Ἀγρίππας Ἰωσήπῳ τῷ φιλτάτῳ χαίρειν. ἥδιστα διῆλθον τὴν βύβλον, καί μοι πολὺ ἐπιμελέστερον ἔδοξας τῶν ταῦτα συγγραψάντων ἠκριβωκέναι.