καὶ μετὰ τοσαῦτα δέ σου κακουργήματα τάξιν ἐπιστολῶν σοι πιστεύσας, ὡς καὶ ταύταις εὗρε ῥᾳδιουργόν, ἀπήλασε τῆς ὄψεως. ἀλλὰ περὶ μὲν τούτων ἐλέγχειν ἐπʼ ἀκριβὲς ἐῶ. θαυμάζειν δʼ ἔπεισί μοι τὴν σὴν ἀναίδειαν, ὅτι τολμᾷς λέγειν ἁπάντων τῶν τὴν πραγματείαν ταύτην γεγραφότων αὐτὸς ἄμεινον ἐξηγγελκέναι, μήτε τὰ πραχθέντα κατὰ τὴν Γαλιλαίαν ἐπιστάμενος, ἦς γὰρ ἐν Βηρυτῷ τότε παρὰ βασιλεῖ, μηθʼ ὅσα ἔπαθον Ῥωμαῖοι ἐπὶ τῆς Ἰωταπάτων πολιορκίας ἢ ἔδρασαν ἡμᾶς παρακολουθήσας, μήθʼ ὅσα κατʼ ἐμαυτὸν ἔπραξα πολιορκούμενος δυνηθεὶς πυθέσθαι· πάντες γὰρ οἱ ἀπαγγείλαντες ἂν διεφθάρησαν ἐπὶ τῆς παρατάξεως ἐκείνης. ἀλλʼ ἴσως τὰ κατὰ τὴν Ἱεροσόλυμα πραχθέντα μετὰ ἀκριβείας φήσεις συγγεγραφέναι. καὶ πῶς οἷόν τε; οὔτε γὰρ τῷ πολέμῳ παρέτυχες οὔτε τὰ Καίσαρος ἀνέγνως ὑπομνήματα. μέγιστον δὲ τεκμήριον· τοῖς γὰρ Καίσαρος ὑπομνήμασιν ἐναντίαν πεποίησαι τὴν γραφήν. εἰ δὲ θαρρεῖς ἄμεινον ἁπάντων συγγεγραφέναι, διὰ τί ζώντων Οὐεσπασιανοῦ καὶ Τίτου τῶν αὐτοκρατόρων τῶν τὸν πόλεμον κατεργασαμένων καὶ βασιλέως Ἀγρίππα περιόντος ἔτι καὶ τῶν ἐκ γένους αὐτοῦ πάντων, ἀνδρῶν τῆς Ἑλληνικῆς παιδείας ἐπὶ πλεῖστον ἡκόντων, τὴν ἱστορίαν οὐκ ἔφερες εἰς μέσον; πρὸ γὰρ εἴκοσι ἐτῶν εἶχες γεγραμμένην καὶ παρʼ εἰδότων ἔμελλες τῆς ἀκριβείας τὴν μαρτυρίαν ἀποφέρεσθαι· νῦν δʼ, ὅτʼ ἐκεῖνοι μὲν οὐκέτʼ εἰσὶν μεθʼ ἡμῶν, ἐλεγχθῆναι δʼ οὐ νομίζεις, τεθάρρηκας.