<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="341"><p>πρότερον γὰρ ἢ ἐμὲ τῆς Γαλιλαίας στρατηγὸν ὑπὸ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν χειροτονηθῆναι σὺ καὶ πάντες Τιβεριεῖς οὐ μόνον ἀνειλήφατε τὰ ὅπλα, ἀλλὰ καὶ τὰς ἐν τῇ Συρίᾳ δέκα πόλεις ἐπολεμεῖτε· σὺ γοῦν τὰς κώμας αὐτῶν ἐνέπρησας καὶ ὁ σὸς οἰκέτης ἐπὶ τῆς παρατάξεως ἐκείνης ἔπεσεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="342"><p>ταῦτα δὲ οὐκ ἐγὼ λέγω μόνος, ἀλλὰ καὶ ἐν τοῖς Οὐεσπασιανοῦ τοῦ αὐτοκράτορος ὑπομνήμασιν οὕτως γέγραπται, καὶ τίνα τρόπον ἐν Πτολεμαΐδι Οὐεσπασιανοῦ κατεβόησαν οἱ τῶν δέκα πόλεων ἔνοικοι τιμωρίαν ὑποσχεῖν σε τὸν αἴτιον ἀξιοῦντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="343"><p>καὶ δεδώκεις ἂν δίκην Οὐεσπασιανοῦ κελεύσαντος, εἰ μὴ βασιλεὺς Ἀγρίππας λαβὼν ἐξουσίαν ἀποκτεῖναί σε, πολλὰ τῆς ἀδελφῆς Βερενίκης δεηθείσης οὐκ ἀνελὼν δεδεμένον ἐπὶ πολὺν χρόνον ἐφύλαξεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="344"><p>καὶ αἱ μετὰ ταῦτα δὲ πολιτεῖαί σου σαφῶς ἐμφανίζουσιν τόν τε βίον τὸν ἄλλον καὶ <pb/> ὅτι σὺ τὴν πατρίδα Ῥωμαίων ἀπέστησας, ὧν τὰ τεκμήρια κἀγὼ δηλώσω μετʼ ὀλίγον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="345"><p>βούλομαι δʼ εἰπεῖν καὶ πρὸς τοὺς ἄλλους Τιβεριεῖς ὀλίγα διὰ σὲ καὶ παραστῆσαι τοῖς ἐντυγχάνειν μέλλουσιν ταῖς ἱστορίαις, ὅτι μήτε φιλορώμαιοι μήτε φιλοβασιλεῖς γεγόνατε· </p></div></div></body></text></TEI>