Κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν μυρίους ἐπαγόμενος ὁπλίτας ἧκον εἰς τὴν Τιβεριάδα, καὶ μεταπεμψάμενος εἰς τὸ στάδιον τοὺς πρώτους αὐτῶν τοῦ πλήθους ἐκέλευσα φράζειν, οἵτινες εἶεν αἴτιοι τῆς ἀποστάσεως. ἐνδειξαμένων δὲ τοὺς ἄνδρας ἐκείνους μὲν δεδεμένους εἰς τὴν Ἰωταπάτην πόλιν ἐξέπεμψα, τοὺς δὲ περὶ τὸν Ἰωνάθην καὶ Ἀνανίαν λύσας τῶν δεσμῶν καὶ δοὺς ἐφόδια μετὰ Σίμωνος καὶ Ἰωζάρου καὶ ὁπλιτῶν πεντακοσίων, οἳ παραφυλάξουσιν αὐτούς, ἐξέπεμψα εἰς τὰ Ἱεροσόλυμα. Τιβεριεῖς δὲ πάλιν προσελθόντες συγγινώσκειν αὐτοῖς παρεκάλουν περὶ τῶν πεπραγμένων, ἐπανορθώσεσθαι τὰς ἁμαρτίας τῇ μετὰ ταῦτα πρὸς ἐμὲ πίστει λέγοντες, τὰ δʼ ἐκ τῆς διαρπαγῆς περισσεύσαντα σῶσαί με τοῖς ἀπολέσασιν ἐδέοντο. κἀγὼ τοῖς ἔχουσιν προσέταττον εἰς μέσον πάντα φέρειν, ἀπειθούντων δὲ μέχρι πολλοῦ, θεασάμενός τινα τῶν περὶ ἐμὲ στρατιωτῶν λαμπροτέραν τοῦ συνήθους περικείμενον στολὴν ἐπυθόμην, πόθεν ἔχοι. εἰπόντος δὲ ἐκ τῆς κατὰ πόλιν ἁρπαγῆς, ἐκεῖνον μὲν πληγαῖς ἐκόλασα, τοῖς δὲ ἄλλοις ἅπασιν ἠπείλησα μείζω τιμωρίαν ἐπιθήσειν μὴ κομίσασιν εἰς τοὐμφανὲς ὅσα ἡρπάκεισαν. πολλῶν δὲ συνενεχθέντων ἑκάστῳ τῶν Τιβεριέων τὸ ἐπιγνωσθὲν ἀπέδωκα.