<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="321"><p>πρὸς μὲν οὖν τοὺς πολίτας ἐξάπτειν πόλεμον οὐκ ἐνόμιζον εὐσεβὲς εἶναι, βουλόμενος δʼ αὐτοὺς ἀποσπάσαι τῶν Τιβεριέων, μυρίους ὁπλίτας τοὺς ἀρίστους ἐπιλέξας εἰς τρεῖς μοίρας διεῖλον, καὶ τούτους μὲν ἀφανῶς ἐν δώμαις προσέταξα λοχῶντας περιμένειν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="322"><p>χιλίους δʼ εἰς ἑτέραν κώμην ὀρεινὴν μὲν ὁμοίως, ἀπέχουσαν δὲ τῆς Τιβεριάδος τέσσαρας σταδίους, εἰσήγαγον κελεύσας ἐκείνους ἐπειδὰν λάβωσιν σημεῖον εὐθὺς καταβαίνειν· αὐτὸς δὲ τῆς κώμης προελθὼν ἐν προύπτῳ καθεζόμην. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="323"><p>οἱ δὲ Τιβεριεῖς ὁρῶντες ἐξέτρεχον συνεχῶς καὶ πολλὰ κατεκερτόμουν· τοσαύτη γοῦν ἀφροσύνη κατέσχεν αὐτούς, ὥστε ποιήσαντες εὐτρεπῆ κλίνην προύθεσαν καὶ περὶ αὐτὴν ἱστάμενοι ὠδύροντό με μετὰ παιδιᾶς καὶ γέλωτος. διετιθέμην δʼ ἐγὼ τὴν ψυχὴν ἡδέως τὴν ἄνοιαν αὐτῶν ἐπιβλέπων.  </p></div><milestone n="63" unit="Whiston_section"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="324"><p>Βουλόμενος δὲ διʼ ἐνέδρας λαβεῖν τὸν Σίμωνα καὶ σὺν αὐτῷ Ἰώζαρον, πέμψας πρὸς αὐτοὺς παρεκάλουν ὀλίγον τῆς πόλεως πόρρω μετὰ φίλων πολλῶν τῶν παραφυλαξόντων αὐτοὺς ἐλθεῖν· βούλεσθαι γὰρ ἔφην καταβὰς σπείσασθαι πρὸς αὐτοὺς καὶ διανείμασθαι τὴν προστασίαν τῆς Γαλιλαίας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="325"><p>Σίμων μὲν οὖν διὰ νεότητα καὶ πρὸς ἐλπίδα κέρδους ἀπατηθεὶς οὐκ ὤκνησεν ἐλθεῖν, ὁ δʼ Ἰώζαρος ἐνέδραν ὑποπτεύσας ἔμεινεν. ἀναβάντα δὴ τὸν Σίμωνα μετὰ φίλων τῶν παραφυλασσόντων αὐτὸν ὑπαντιάσας ἠσπαζόμην τε φιλοφρόνως καὶ χάριν ἔχειν ὡμολόγουν ἀναβάντι. </p></div></div></body></text></TEI>