δόξαντος οὖν τοῦ Ἰωάννου κρατίστην εἰσενηνοχέναι γνώμην, ἔδοξε δύο μὲν ἀπιέναι πρὸς τοὺς Ἱεροσολυμίτας, Ἰωνάθην καὶ Ἀνανίαν, τοὺς ἑτέρους δὲ δύο μένοντας ἐν τῇ Τιβεριάδι καταλιπεῖν. συνεπηγάγοντο δὲ φυλακῆς ἕνεκα τῆς ἑαυτῶν ὁπλίτας ἑκατόν. Τιβεριεῖς δὲ τὰ μὲν τείχη προυνόησαν ἀσφαλισθῆναι, τοὺς ἐνοίκους δὲ κελεύουσιν ἀναλαβεῖν τὰ ὅπλα, καὶ παρὰ Ἰωάννου δὲ μετεπέμψαντο στρατιώτας οὐκ ὀλίγους συμμαχήσοντας, εἰ δεήσειεν, αὐτοῖς τὰ πρὸς ἐμέ. ἦν δὲ ὁ Ἰωάννης ἐν Γισχάλοις. οἱ τοίνυν περὶ τὸν Ἰωνάθην ἀναζεύξαντες ἀπὸ τῆς Τιβεριάδος, ὡς ἧκον εἰς Δαβάριττα κώμην ἐν ταῖς ἐσχατιαῖς τῆς Γαλιλαίας κειμένην ἐν τῷ μεγάλῳ πεδίῳ, περὶ μέσην νύκτα τοῖς ἐμοῖς φύλαξιν ἐμπίπτουσιν, οἳ καὶ κελεύσαντες αὐτοὺς τὰ ὅπλα καταθέσθαι ἐφύλασσον ἐν δεσμοῖς ἐπὶ τόπου καθὼς αὐτοῖς ἐντετάλμην. γράφει δὲ πρὸς ἐμὲ ταῦτα δηλῶν Λευίς, ᾧ τὴν φυλακὴν πεπιστεύκειν. παραλιπὼν οὖν ἡμέρας δύο καὶ μηδὲν ἐγνωκέναι προσποιησάμενος, πέμψας πρὸς τοὺς Τιβεριεῖς συνεβούλευον αὐτοῖς τὰ ὅπλα καταθεμένοις ἀπολύειν τοὺς ἀνθρώπους εἰς τὴν ἑαυτῶν. οἱ δέ, δόξαν γὰρ εἶχον περὶ τὸν Ἰωνάθην εἰς τὰ Ἱεροσόλυμα ἤδη διαπεπορεῦσθαι, βλασφήμους ἐποιήσαντο τὰς ἀποκρίσεις· μὴ καταπλαγεὶς δʼ ἐγὼ καταστρατηγεῖν αὐτοὺς ἐπενόουν.