ὀργισθὲν δʼ ἐπὶ τούτοις τῶν Γαλιλαίων τὸ πλῆθος παρεκελεύετό μοι μηκέτι μέλλειν τὸν πρὸς αὐτοὺς πόλεμον ἐκφέρειν, ἀλλʼ ἐπιτρέπειν αὐτοῖς ἐλθοῦσιν ἐπὶ τὸν Ἰωάννην ἄρδην αὐτὸν ἀφανίσαι καὶ τοὺς περὶ τὸν Ἰωνάθην. ἐπεῖχον δʼ ὅμως αὐτοὺς ἐγὼ καίπερ οὕτως ὀργιζομένους, περιμένειν αὐτοὺς κελεύων ἕως μάθωμεν, τί οἱ πεμφθέντες ὑπʼ αὐτῶν εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν ἀπαγγελοῦσιν· μετὰ τῆς ἐκείνων γὰρ γνώμης τὰ δοκοῦντα πράξειν αὐτοὺς ἔφην. καὶ ταῦτʼ εἰπὼν ἔπεισα. τότε δὴ καὶ Ἰωάννης οὐ λαβούσης αὐτοῦ τέλος τῆς ἐνέδρας ἀνεζεύγνυεν εἰς τὰ Γίσχαλα. Μετʼ οὐ πολλὰς δʼ ἡμέρας ἀφικνοῦνται πάλιν οὓς ἐπέμψαμεν καὶ ἀπήγγελλον σφόδρα τὸν δῆμον ἐπὶ τοὺς περὶ τὸν Ἄνανον καὶ τὸν Σίμωνα τὸν τοῦ Γαμαλιήλου παρωξύνθαι, ὅτι χωρὶς γνώμης τοῦ κοινοῦ πέμψαντες εἰς τὴν Γαλιλαίαν ἐκπεσεῖν με ταύτης παρεσκεύασαν. ἔφασαν δʼ οἱ πρέσβεις, ὅτι καὶ τὰς οἰκίας αὐτῶν ὁ δῆμος ὥρμησεν ἐμπιπράναι. ἔφερον δὲ καὶ γράμματα, διʼ ὧν οἱ τῶν Ἱεροσολυμιτῶν πρῶτοι πολλὰ τοῦ δήμου δεηθέντος αὐτῶν ἐμοὶ μὲν τὴν τῆς Γαλιλαίας ἀρχὴν ἐβεβαίουν, τοῖς περὶ τὸν Ἰωνάθην δὲ προσέτασσον εἰς τὴν οἰκείαν ὑποστρέφειν θᾶσσον.