ταῦτα δʼ ἔλεγεν οὐ διʼ εὐσέβειαν, ἀλλʼ ὑπὲρ τοῦ λαβεῖν ἄνοπλόν με καὶ τοὺς ἐμούς. κἀγὼ διʼ ἀνάγκην ὑπήκουον, μὴ δόξω καταφρονεῖν τῆς περὶ τὴν εὐσέβειαν ὑποθήκης. ὡς οὖν ἀνεχωρήσαμεν ἐπὶ τὰ ἑαυτῶν, οἱ μὲν περὶ τὸν Ἰωνάθην γράφουσι τῷ Ἰωάννῃ πρὸς αὐτοὺς ἕωθεν ἀφικέσθαι κελεύοντες μεθʼ ὅσων ἂν στρατιωτῶν δυνηθῇ· λήψεσθαι γὰρ εὖ ἐμὲ ὑποχείριον καὶ ποιήσειν ὅπερ ἔχει διʼ εὐχῆς. δεξάμενος δὲ τὴν ἐπιστολὴν ἐκεῖνος ὑπακούειν ἔμελλεν. ἐγὼ δὲ τῆς ἐπιούσης ἡμέρας δύο τῶν περὶ ἐμὲ σωματοφυλάκων τοὺς κατʼ ἀνδρείαν δοκιμωτάτους καὶ κατὰ πίστιν βεβαίους κελεύω ξιφίδια κρύψαντας ὑπὸ τὰς ἐσθῆτας ἐμοὶ συμπροελθεῖν, ἵνʼ εἰ γένοιτο παρὰ τῶν ἐχθρῶν ἐπίθεσις ἀμυνώμεθα. θώρακα δʼ ἔλαβον αὐτὸς καὶ μάχαιραν ὑπεζωσάμην ὡς οἷόν τʼ ἦν ἀφανέστατα καὶ ἦλθον εἰς τὴν προσευχήν. Τοὺς μὲν οὖν σὺν ἐμοὶ πάντας ἐκκλεῖσαι προσέταξεν Ἰησοῦς ὁ ἄρχων, αὐτὸς γὰρ ταῖς θύραις ἐφειστήκει, μόνον δʼ ἐμὲ μετὰ τῶν φίλων εἰσελθεῖν εἴασεν. ἤδη δʼ ἡμῶν τὰ νόμιμα ποιούντων καὶ πρὸς εὐχὰς τραπομένων ἀναστὰς Ἰησοῦς περὶ τῶν ληφθέντων ἐκ τοῦ ἐμπρησμοῦ τῆς βασιλικῆς αὐλῆς σκευῶν τοῦ ἀσήμου ἀργυρίου ἐπυνθάνετό μου, παρὰ τίνι τυγχάνει κείμενα. ταῦτα δʼ ἔλεγεν διατρίβειν τὸν χρόνον βουλόμενος, ἕως ἂν ὁ Ἰωάννης παραγένηται.