οἱ δὲ περὶ τὸν Ἰωνάθην ἀπροσδοκήτως θεασάμενοί με παρόντα διεταράχθησαν. εἶτʼ ἐπινοοῦσιν διαδοῦναι λόγον, ὅτι Ῥωμαίων ἱππεῖς ἐν τῇ μεθορίῳ πόρρω τριάκοντα σταδίων ἀπὸ τῆς πόλεως κατὰ τόπον λεγόμενον Ὁμόνοιαν εἰσὶν ἑωραμένοι. καὶ προσαγγελθέντων τούτων ἐξ ὑποβολῆς παρεκάλουν οἱ περὶ τὸν Ἰωνάθην μὴ περιιδεῖν ὑπὸ τῶν πολεμίων λεηλατουμένην αὐτῶν τὴν γῆν. ταῦτα δʼ ἔλεγον διʼ ἐννοίας ἔχοντες ἐμὲ προφάσει τῆς κατεπειγούσης βοηθείας μεταστήσαντες αὐτοὶ τὴν πόλιν ἐχθράν μοι κατασκευάσαι. Ἐγὼ δὲ καίπερ εἰδὼς αὐτῶν τὸ ἐνθύμημα ὅμως ὑπήκουσα, μὴ δόξαν παράσχω τοῖς Τιβεριεῦσιν οὐ προνοούμενος αὐτῶν τῆς ἀσφαλείας. ἐξῆλθον οὖν, καὶ γενόμενος κατὰ τὸν τόπον, ὡς οὐδʼ ἴχνος πολεμίων εὗρον, ὑποστρέφω συντόνως ὁδεύσας, καὶ καταλαμβάνω τήν τε βουλὴν πᾶσαν συνεληλυθυῖαν καὶ τὸν δημοτικὸν ὄχλον ποιουμένους τε πολλὴν κατηγορίαν μου τοὺς περὶ τὸν Ἰωνάθην, ὡς τοῦ μὲν τὸν πόλεμον ἐπελαφρύνειν αὐτοῖς ἀμελοῦντος, ἐν τρυφαῖς δὲ διάγοντος. ταῦτα δὲ λέγοντες προύφερον ἐπιστολὰς τέσσαρας ὡς ἀπὸ τῶν ἐν τῇ μεθορίᾳ τῆς Γαλιλαίας γεγραμμένας πρὸς αὐτοὺς ἐπὶ βοήθειαν ἥκειν παρακαλούντων, Ῥωμαίων γὰρ δύναμιν μέλλειν ἱππέων τε καὶ πεζῶν εἰς τρίτην ἡμέραν τὴν χώραν αὐτῶν λεηλατεῖν, ἐπισπεύδειν τε καὶ μὴ περιοφθῆναι δεομένων.