Κἀγὼ μηδὲν ὑπονοήσας ἐς τὰς Ταριχέας ἀπῆλθον καταλιπὼν ὅμως ἐν τῇ πόλει τοὺς πολυπραγμονήσοντας, τί περὶ ἡμῶν λέγοιτο. διὰ πάσης δὲ τῆς ὁδοῦ τῆς ἀπὸ Ταριχεῶν εἰς Τιβεριάδα φερούσης ἐπέστησα πολλούς, ἵνα μοι διʼ ἀλλήλων σημαίνωσιν ἅπερ ἂν παρὰ τῶν ἐν τῇ πόλει καταλειφθέντων πύθωνται. κατὰ τὴν ἐπιοῦσαν οὖν ἡμέραν συνάγονται πάντες εἰς τὴν προσευχὴν μέγιστον οἴκημα καὶ πολὺν ὄχλον ἐπιδέξασθαι δυνάμενον. εἰσελθὼν δὲ ὁ Ἰωνάθης φανερῶς μὲν περὶ τῆς ἀποστάσεως οὐκ ἐτόλμα λέγειν, ἔφη δὲ στρατηγοῦ κρείττονος χρείαν τὴν πόλιν αὐτῶν ἔχειν. Ἰησοῦς δʼ ὁ ἄρχων οὐδὲν ὑποστειλάμενος ἀναφανδὸν εἶπεν· ἄμεινόν ἐστιν, ὦ πολῖται, τέσσαρσιν ἡμᾶς ἀνδράσιν ὑπακούειν ἢ ἑνί, καὶ κατὰ γένος λαμπροῖς καὶ κατὰ σύνεσιν οὐκ ἀδόξοις. ὑπεδείκνυε δὲ τοὺς περὶ Ἰωνάθην. ταῦτʼ εἰπόντα τὸν Ἰησοῦν ἐπῄνει παρελθὼν Ἰοῦστος καί τινας ἐκ τοῦ δήμου συνέπειθεν. οὐκ ἠρέσκετο δὲ τοῖς λεχθεῖσιν τὸ πλῆθος καὶ πάντως ἂν εἰς στάσιν ἐχώρησαν, εἰ μὴ τὴν σύνοδον διέλυσεν ἐπελθοῦσα ἕκτη ὥρα, καθʼ ἣν τοῖς σάββασιν ἀριστοποιεῖσθαι νόμιμόν ἐστιν ἡμῖν, καὶ οἱ περὶ τὸν Ἰωνάθην εἰς τὴν ἐπιοῦσαν ὑπερθέμενοι τὴν βουλὴν ἀπῄεσαν ἄπρακτοι. εὐθὺς δέ μοι τούτων ἀπαγγελθέντων πρωῒ διέγνων εἰς τὴν Τιβεριέων πόλιν ἀφικέσθαι, καὶ τῇ ἐπιούσῃ περὶ τὴν ὥραν ἧκον ἀπὸ τῶν Ταριχεῶν, καταλαμβάνω δὲ συναγόμενον ἤδη τὸ πλῆθος εἰς τὴν προσευχήν· ἐφʼ ὅ τι δʼ ἦν αὐτοῖς ἡ σύνοδος οὐκ ἐγίνωσκον οἱ συλλεγόμενοι.