Ἐπεὶ δὲ περὶ τὰς Σωγανέας ἐγενόμην, ἐπιστήσας τὸ πλῆθος καὶ παραινέσει χρησάμενος περὶ τοῦ μὴ πρὸς τὰς ὀργὰς καὶ ταῦτʼ ἐπʼ ἀνηκέστοις τιμωρίαις ὀξέως φέρεσθαι, κελεύω τοὺς καθʼ ἡλικίαν ἤδη προβεβηκότας καὶ πρώτους παρʼ αὐτοῖς ἑκατὸν ἄνδρας ὡς πορευσομένους εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν εὐτρεπίζεσθαι, μέμψιν ποιησομένους ἐπὶ τοῦ δήμου τῶν τὴν χώραν διαστασιαζόντων. καὶ ἐὰν ἐπικλασθῶσιν, ἔφην, πρὸς τοὺς λόγους ὑμῶν, παρακαλέσατε τὸ κοινὸν γράψαι πρὸς ἐμὲ μένειν κελεύοντας ἐπὶ τῆς Γαλιλαίας, τοὺς δὲ περὶ τὸν Ἰωνάθην ἀναχωρεῖν ἐκεῖθεν. ταύτας αὐτοῖς τὰς ὑποθήκας δοὺς ἐναρμοσαμένων τε ταχέως ἐκείνων ἡμέρᾳ τρίτῃ μετὰ τὴν ἐκκλησίαν τὴν ἀποστολὴν ἐποιησάμην, συμπέμψας ὁπλίτας πεντακοσίους. ἔγραψα δὲ καὶ τοῖς ἐν Σαμαρείᾳ φίλοις προνοήσασθαι τοῦ ἀσφαλῆ γενέσθαι τὴν πορείαν αὐτοῖς· ἤδη γὰρ ὑπὸ Ῥωμαίοις ἦν ἡ Σαμάρεια καὶ πάντως ἔδει τοὺς ταχὺ βουλομένους ἀπελθεῖν διʼ ἐκείνης πορεύεσθαι· τρισὶν [γὰρ] ἡμέραις ἀπὸ Γαλιλαίας ἔνεστιν οὕτως εἰς Ἱεροσόλυμα καταλῦσαι. συμπαρέπεμψα δὲ τοὺς πρέσβεις κἀγὼ μέχρι τῶν τῆς Γαλιλαίας ὅρων φύλακας ἐπιστήσας ταῖς ὁδοῖς ὑπὲρ τοῦ μὴ ῥᾳδίως τινὰ μαθεῖν ἀπαλλαττομένους. καὶ ταῦτα πράξας ἐν Ἰάφοις τὴν διατριβὴν ἐποιούμην.