Σκυθοπολῖται δὲ πάντων ἀσεβέστατα καὶ παρανομώτατα διεπράξαντο· ἐπελθόντων γὰρ αὐτοῖς Ἰουδαίων ἔξωθεν πολεμίων τοὺς παρʼ αὐτοῖς Ἰουδαίους ἐβιάσαντο κατὰ τῶν ὁμοφύλων ὅπλα λαβεῖν, ὅπερ ἐστὶν ἡμῖν ἀθέμιτον, καὶ μετʼ ἐκείνων συμβαλόντες ἐκράτησαν τῶν ἐπελθόντων· ἐπειδὴ δʼ ἐνίκησαν, ἐκλαθόμενοι τῆς πρὸς τοὺς ἐνοίκους καὶ συμμάχους πίστεως πάντας αὐτοὺς διεχρήσαντο πολλὰς μυριάδας ὄντας. ὅμοια δʼ ἔπαθον καὶ οἱ Δαμασκὸν Ἰουδαῖοι κατοικοῦντες. ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον ἐν ταῖς περὶ τοῦ Ἰουδαϊκοῦ πολέμου βίβλοις δεδηλώκαμεν· νῦν δʼ αὐτῶν ἐπεμνήσθην βουλόμενος παραστῆσαι τοῖς ἀναγινώσκουσιν, ὅτι οὐ προαίρεσις ἐγένετο τοῦ πολέμου πρὸς Ῥωμαίους Ἰουδαίοις, ἀλλὰ τὸ πλέον ἀνάγκη. Νικηθέντος οὖν, ὡς ἔφαμεν, τοῦ Κεστίου, τῶν Ἱεροσολυμιτῶν οἱ πρῶτοι θεασάμενοι τοὺς μὲν λῃστὰς ἅμα τοῖς νεωτερισταῖς εὐπορουμένους ὅπλων, δείσαντες δʼ αὐτοὶ μὴ ἄνοπλοι καθεστηκότες ὑποχείριοι γένωνται τοῖς ἐχθροῖς, ὃ καὶ μετὰ ταῦτα συνέβη, καὶ πυθόμενοι τὴν Γαλιλαίαν οὔπω πᾶσαν Ῥωμαίων ἀφεστάναι, μέρος δʼ αὐτῆς ἠρεμεῖν ἔτι, πέμπουσιν ἐμὲ καὶ δύο ἄλλους τῶν ἱερέων καλοὺς κἀγαθοὺς ἄνδρας, Ἰώζαρον καὶ Ἰούδαν, πείσοντας τοὺς πονηροὺς καταθέσθαι τὰ ὅπλα καὶ διδάξοντας, ὡς ἔστιν ἄμεινον τοῖς κρατίστοις τοῦ ἔθνους αὐτὰ τηρεῖσθαι. ἔγνωστο δὲ τούτοις ἀεὶ μὲν ἔχειν τὰ ὅπλα πρὸς τὸ μέλλον ἕτοιμα, περιμένειν δέ, τί πράξουσιν Ῥωμαῖοι, μαθεῖν. Λαβὼν οὖν ἐγὼ τὰς ὑποθήκας ταύτας ἀφικόμην εἰς τὴν Γαλιλαίαν. καὶ Σεπφωρίτας μὲν οὐκ ἐν ὀλίγῳ περὶ τῆς πατρίδος ἀγῶνι καθεστῶτας εὗρον, διαρπάσαι κεκρικότων αὐτὴν τῶν Γαλιλαίων διὰ τὴν πρὸς Ῥωμαίους ἐκείνων φιλίαν καὶ ὅτι Κεστίῳ Γάλλῳ τῷ τῆς Συρίας ἡγεμονεύοντι δεξιάν τε καὶ πίστιν προτείνειαν.