Ταῦτα τὰ γράμματα λαβόντες οἱ περὶ τὸν Ἰωνάθην οὐκέτι μὲν ἀντιγράφουσιν· συνέδριον δὲ τῶν φίλων καθίσαντες καὶ τὸν Ἰωάννην παραλαβόντες ἐβουλεύοντο, τίνα τρόπον ἐπιχειρήσωσί μοι. καὶ Ἰωάννῃ μὲν ἐδόκει γράφειν πρὸς πάσας τὰς ἐν τῇ Γαλιλαίᾳ πόλεις καὶ κώμας, εἶναι γὰρ ἐν ἑκάστῃ πάντως ἕνα γοῦν καὶ δεύτερον διάφορον ἐμοί, καὶ καλεῖν τούτους ὡς ἐπὶ πολέμιον ἐκελεύετο πέμπειν τὸ δόγμα τοῦτο καὶ εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν, ἵνα κἀκεῖνοι γνόντες ὑπὸ τῶν Γαλιλαίων κεκρίσθαι με πολέμιον καὶ αὐτοὶ ψηφίσωνται· γενομένου γὰρ τούτου καὶ τοὺς εὔνως ἔχοντάς μοι Γαλιλαίους ἐγκαταλείψειν ἔφη φοβηθέντας. ταῦτα συμβουλεύσαντος Ἰωάννου σφόδρα καὶ τοῖς ἄλλοις ἤρεσεν τὰ λεχθέντα. περὶ δʼ ὥραν τῆς νυκτὸς τρίτην εἰς γνῶσιν ἧκέ μοι ταῦτα, Σακχαίου τῶν σὺν αὐτοῖς τινος αὐτομολήσαντος πρός με καὶ τὴν ἐπιχείρησιν αὐτῶν ἀπαγγείλαντος· οὐκέτι δὴ δεῖν ὑπερτίθεσθαι τὸν καιρόν. ἄξιον δὲ κρίνας Ἰάκωβον ὁπλίτην τῶν περὶ ἐμὲ πιστὸν κελεύω διακοσίους ὁπλίτας λαβόντα φρουρεῖν τὰς ἀπὸ Γαβάρων εἰς τὴν Γαλιλαίαν ἐξόδους, καὶ τοὺς παριόντας συλλαμβάνοντα πρὸς ἐμὲ πέμπειν, μάλιστα δὲ τοὺς μετὰ γραμμάτων ἁλισκομένους·