οὗτος δὴ προσαγγείλαντος οἰκέτου μοι ἥκειν τινὰ ἱππέα Ἰουδαῖον, εἰσκληθεὶς ἐμοῦ κελεύσαντος ἠσπάσατο μὲν οὐδʼ ὅλως, τὴν δὲ ἐπιστολὴν προτείνας, ταύτην, εἶπεν, οἱ ἐξ Ἱεροσολύμων ἥκοντες πεπόμφασί σοι. γράφε δὴ τάχιστα καὶ σύ· καὶ γὰρ ἐπείγομαι πρὸς αὐτοὺς ὑποστρέφειν. οἱ μὲν οὖν κατακείμενοι τὴν τοῦ στρατιώτου τόλμαν ἐθαύμασαν, ἐγὼ δὲ καθέζεσθαι παρεκάλουν καὶ συνδειπνεῖν ἡμῖν. ἀρνησαμένου δὲ τὴν μὲν ἐπιστολὴν μετὰ χεῖρας εἶχον ὡς ἐδεξάμην, πρὸς δὲ τοὺς φίλους περὶ πραγμάτων ἑτέρων τὴν ὁμιλίαν ἐποιούμην. μετʼ οὐ πολλὴν δʼ ὥραν ἐξαναστὰς καὶ τοὺς μὲν ἄλλους ἀπολύσας ἐπὶ κοίτην, τέσσαρας δέ μοι μόνον τῶν ἀναγκαίων φίλων προσμεῖναι κελεύσας καὶ τῷ παιδὶ προστάξας οἶνον ἑτοιμάσαι, τὴν ἐπιστολὴν ἀναπτύξας μηδενὸς ἐμβλέποντος κἀξ αὐτῆς ταχὺ συνεὶς τὴν τῶν γεγραμμένων ἐπίνοιαν, πάλιν αὐτὴν ἐσημηνάμην. καὶ ὡς μὴ προανεγνωκώς, ἀλλὰ μετὰ χεῖρας αὐτὴν ἔχων, προσέταξα τῷ στρατιώτῃ δραχμὰς εἴκοσι ἐφόδιον δοθῆναι. τοῦ δὲ λαβόντος καὶ χάριν ἔχειν φήσαντος συνεὶς τὴν αἰσχροκέρδειαν αὐτοῦ καὶ ὡς ταύτῃ μάλιστά ἐστιν ἁλώσιμος, ἀλλʼ εἰ συμπιεῖν ἡμῖν, ἔφην, θελήσειας, λήψει κατὰ κύαθον δραχμὴν μίαν. ὁ δʼ ἄσμενος ὑπήκουσεν, καὶ πολὺν τὸν οἶνον προσφερόμενος ὑπὲρ τοῦ πλέον λαβεῖν τὸ ἀργύριον καὶ μεθυσθεὶς οὐκέτι τὰ ἀπόρρητα στέγειν ἐδύνατο, ἀλλʼ ἔφραζεν οὐκ ἐρωτώμενος τήν τε συνεσκευασμένην ἐπιβουλὴν καὶ ὡς κατεψηφισμένος εἴην θάνατον παρʼ αὐτοῖς.