<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="211"><p>ὡς δὲ ταῖς δεήσεσιν οὐκ ἔπειθον, κατηνάγκαζον ὅρκοις μένειν παρʼ ἑαυτοῖς ἐλοιδοροῦντό τε τῷ δήμῳ πολλὰ τῶν Ἱεροσολυμιτῶν ὡς εἰρηνεύεσθαι τὴν χώραν αὐτῶν οὐκ ἐῶντι.  </p></div><milestone n="43" unit="Whiston_section"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="212"><p>Ταῦτα δὴ καὶ ἐπακούων αὐτῶν καὶ βλέπων τοῦ πλήθους τὴν κατήφειαν ἐκλάσθην πρὸς ἔλεον, ἄξιον εἶναι νομίζων ὑπὲρ τοσούτου πλήθους καὶ προδήλους κινδύνους ὑπομένειν. κατανεύω δὴ μένειν, καὶ πεντακισχιλίους ἐξ αὐτῶν ὁπλίτας ἥκειν κελεύσας ἔχοντας ἑαυτοῖς τροφὰς ἐπὶ τὰς οἰκήσεις διαφῆκα τοὺς ἄλλους. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="213"><p>ἐπεὶ δὲ οἱ πεντακισχίλιοι παρεγένοντο, τούτους ἀναλαβὼν καὶ τρισχιλίους τοὺς σὺν ἐμαυτῷ στρατιώτας, ἱππεῖς δʼ ὀγδοήκοντα, τὴν πορείαν εἰς Χαβωλὼ κώμην Πτολεμαΐδος μεθόριον οὖσαν ἐποιησάμην, κἀκεῖ τὰς δυνάμεις συνεῖχον ἑτοιμάζεσθαι σκηπτόμενος ἐπὶ τὸν πρὸς Πλάκιδον πόλεμον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="214"><p>ἀφίκετο δʼ οὗτος μετὰ δύο σπειρῶν πεζοῦ στρατεύματος καὶ ἱππέων ἴλης μιᾶς ὑπὸ Κεστίου Γάλλου πεμφθείς, ἵνʼ ἐμπρήσῃ τὰς κώμας τῶν Γαλιλαίων, αἳ πλησίον ἦσαν Πτολεμαΐδος. βαλλομένου δʼ ἐκείνου χάρακα πρὸ τῆς Πτολεμαέων πόλεως τίθεμαι κἀγὼ στρατόπεδον τῆς κώμης ὅσον ἑξήκοντα σταδίους ἀποσχών. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="215"><p>πολλάκις μὲν οὖν τὰς δυνάμεις προηγάγομεν ὡς εἰς μάχην, πλέον δʼ οὐδὲν ἀκροβολισμῶν ἐπράξαμεν· ὁ γὰρ Πλάκιδος ὅσῳπερ ἐγίνωσκεν σπεύδοντά με πρὸς μάχην αὐτὸς καταπληττόμενος ὑπεστέλλετο· τῆς μέντοι Πτολεμαΐδος οὐκ ἐχωρίζετο.  </p></div></div></body></text></TEI>