<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="21"><p>μετὰ δὲ τὴν ἀναίρεσιν Μαναήμου καὶ τῶν πρώτων τοῦ λῃστρικοῦ στίφους ὑπεξελθὼν τοῦ ἱεροῦ πάλιν τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρώτοις τῶν Φαρισαίων συνδιέτριβον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="22"><p>φόβος δʼ οὔτι μέτριος εἶχεν ἡμᾶς ὁρῶντας τὸν μὲν <pb/> δῆμον ἐν τοῖς ὅπλοις, αὐτοὶ δʼ ὄντες ἐν ἀπόρῳ, τί ποιήσομεν, καὶ τοὺς νεωτεριστὰς παύειν οὐ δυνάμενοι, προδήλου δʼ ἡμῖν τοῦ κινδύνου παρεστῶτος, συγκατανεύειν μὲν αὐτῶν ταῖς γνώμαις ἐλέγομεν, συνεβουλεύομεν δὲ μένειν ἐφʼ αὑτῶν, καὶ τοὺς πολεμίους ἐπελθόντας ἐᾶν, ἵνα τοῦ δικαίως ἀνταίρειν ὅπλα πίστιν εὕρωνται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="23"><p>ταῦτα δʼ ἐπράττομεν ἐλπίζοντες οὐκ εἰς μακρὰν Κέστιον μετὰ μεγάλης δυνάμεως ἀναβάντα παύσειν τὸν νεωτερισμόν.  </p></div><milestone n="6" unit="Whiston_section"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="24"><p>Ὁ δʼ ἐπελθὼν καὶ συμβαλὼν μάχῃ ἐνικήθη πολλῶν τῶν μετʼ αὐτοῦ πεσόντων. καὶ γίνεται τὸ Κεστίου πταῖσμα συμφορὰ τοῦ σύμπαντος ἡμῶν ἔθνους· ἐπήρθησαν γὰρ ἐπὶ τούτῳ μᾶλλον οἱ τὸν πόλεμον ἀγαπήσαντες καὶ νικήσαντες τοὺς Ῥωμαίους εἰς τέλος ἤλπισαν προσγενομένης καὶ ἑτέρας τινὸς τοιαύτης αἰτίας· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="25"><p>οἱ τὰς πέριξ τῆς Συρίας πόλεις κατοικοῦντες τοὺς παρʼ ἑαυτοῖς Ἰουδαίους συλλαμβάνοντες σὺν γυναιξὶ καὶ τέκνοις ἀνῄρουν οὐδεμίαν αὐτοῖς αἰτίαν ἐπικαλεῖν ἔχοντες· οὔτε γὰρ ἐπὶ Ῥωμαίων ἀποστάσει νεώτερόν τι πεφρονήκεσαν οὔτε πρὸς αὐτοὺς ἐκείνους ἐχθρὸν ἢ ἐπίβουλον. </p></div></div></body></text></TEI>