<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="176"><p>καὶ αὐτοῖς δὲ ταῦτα συνεβούλευον ποιεῖν τὸν ἐπιτήδειον περιμένουσι καιρὸν καὶ μὴ δυσανασχετεῖν ἐμοὶ στρατηγῷ· μηδενὸς γὰρ αὐτοὺς ἑτέρου δυνήσεσθαι ῥᾳδίως ἐπιεικοῦς ὁμοίως τυχεῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="177"><p>τὸν Ἰοῦστον δὲ καὶ ὑπεμίμνησκον, ὅτι πρόσθεν ἤ με παραγενέσθαι ἐκ τῶν Ἱεροσολύμων οἱ Γαλιλαῖοι τἀδελφοῦ τὰς χεῖρας ἀποκόψειαν αὐτοῦ πρὸ τοῦ πολέμου πλαστῶν αὐτῷ γραμμάτων κακουργίαν ἐπικαλέσαντες, καὶ ὅτι μετὰ τὴν ἀναχώρησιν τὴν Φιλίππου Γαμαλῖται πρὸς Βαβυλωνίους στασιάζοντες ἀνέλοιεν Χάρητα, συγγενὴς δʼ ἦν οὗτος τοῦ Φιλίππου, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="178"><p>καὶ ὡς Ἰησοῦν τὸν ἀδελφὸν αὐτοῦ ἄνδρα τῆς ἀδελφῆς Ἰούστου σωφρόνως κολάσειαν. ταῦτα παρὰ τὴν ἑστίασιν διαλεχθεὶς τοῖς περὶ τὸν Ἰοῦστον ἕωθεν ἐκέλευσα πάντας τῆς φυλακῆς ἀπολυθῆναι.  </p></div><milestone n="36" unit="Whiston_section"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="179"><p>Πρὸ δὲ τούτων συνέβη τὸν Ἰακίμου Φίλιππον ἀπελθεῖν ἐκ Γάμαλα τοῦ φρουρίου τοιαύτης αἰτίας γενομένης· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="180"><p>Φίλιππος πυθόμενος μεθεστάναι μὲν Οὔαρον ὑπὸ τοῦ βασιλέως Ἀγρίππα, διάδοχον δὲ ἀφῖχθαι Μόδιον Αἴκουον ἄνδρα φίλον αὐτῷ καὶ συνήθη πάλαι, γράφει πρὸς τοῦτον τὰς καθʼ ἑαυτὸν τύχας ἀπαγγέλλων καὶ παρακαλῶν τὰ παρʼ αὐτοῦ πεμφθέντα γράμματα πρὸς τοὺς βασιλέας ἀποστεῖλαι. </p></div></div></body></text></TEI>