ἐγὼ δʼ ἀποκτεῖναι μὲν οὐχ ὅσιον ἡγούμενος ὁμόφυλον ἄνδρα, κολάσαι δʼ ἀνάγκην ἔχων, τῶν περὶ ἐμέ τινι σωματοφυλάκων Ληουεῖ προσέταξα προελθόντι κόψαι τοῦ Κλείτου τὴν ἑτέραν τῶν χειρῶν. δείσαντος δὲ τοῦ κελευσθέντος εἰς τοσοῦτο πλῆθος προελθεῖν μόνου, τὴν δειλίαν τοῦ στρατιώτου μὴ βουληθεὶς κατάδηλον γενέσθαι τοῖς Τιβεριεῦσιν, αὐτὸν Κλεῖτον φωνήσας ἐπειδὴ καὶ ἄξιος, εἶπον, ὑπάρχεις ἀμφοτέρας τὰς χεῖρας ἀποβαλεῖν οὕτως ἀχάριστος εἰς ἐμὲ γενόμενος, γενοῦ σαυτοῦ δημόσιος, μὴ καὶ ἀπειθήσας χείρονα τιμωρίαν ὑπόσχῃς. τοῦ δὲ τὴν ἑτέραν αὐτῷ συγχωρῆσαι πολλὰ δεομένου μόλις κατένευσα. κἀκεῖνος ἄσμενος ὑπὲρ τοῦ μὴ τὰς δύο χεῖρας ἀποβαλεῖν λαβὼν μάχαιραν κόπτει τὴν ἀριστερὰν ἑαυτοῦ. καὶ τοῦτο τὴν στάσιν ἔπαυσεν. Τιβεριεῖς δέ, ὡς εἰς τὰς Ταριχέας ἀφικόμην γνόντες τὴν στρατηγίαν, ᾗ κατʼ αὐτῶν ἐχρησάμην, ἀπεθαύμαζον ὅτι χωρὶς φόνων ἔπαυσα τὴν ἀγνωμοσύνην αὐτῶν. ἐγὼ δὲ τοὺς ἐκ τῆς εἱρκτῆς μεταπεμψάμενος τοῦ πλήθους τῶν Τιβεριέων, ἦν δὲ σὺν αὐτοῖς Ἰοῦστος καὶ ὁ πατὴρ αὐτοῦ Πιστός, συνδείπνους ἐποιησάμην, καὶ παρὰ τὴν ἑστίασιν ἔλεγον, ὅτι τὴν Ῥωμαίων δύναμιν οὐδʼ αὐτὸς ἀγνοῶ πασῶν διαφέρουσαν, σιγῴην μέντοι περὶ αὐτῆς διὰ τοὺς λῃστάς.