<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="161"><p>μόνους δʼ ἔχων περὶ ἐμαυτὸν ἑπτὰ τῶν ὁπλιτῶν καὶ τοὺς φίλους ἠπόρουν, ὃ πράξω· μεταπέμψασθαι γὰρ τὴν ἐμὴν δύναμιν διὰ τὸ λήγειν ἤδη τὴν ἐνεστῶσαν ἡμέραν οὐκ ἐδοκίμαζον· οὐδὲ γὰρ ἀφικομένης αὐτῆς εἰς τὴν ἐπιοῦσαν ὅπλα λαβεῖν κωλυόντων ἡμᾶς τῶν νόμων, <pb/> κἂν μεγάλη τις ἐπείγειν ἀνάγκη δοκῇ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="162"><p>εἰ δὲ τοῖς Ταριχεώταις καὶ τοῖς παρʼ αὐτοῖς ξένοις ἐπιτρέψαιμι τὴν πόλιν διαρπάζειν, ἑώρων οὐχ ἱκανοὺς ἐσομένους, τὴν ἐμὴν ὑπέρθεσιν ἑώρων μακροτάτην· φθήσεσθαι γὰρ καὶ τὴν παρὰ βασιλέως δύναμιν ἀφικομένην, καὶ ἐκπεσεῖσθαι τῆς πόλεως ᾠόμην. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="163"><p>ἐβουλευόμην οὖν στρατηγήματι χρῆσθαί τινι κατʼ αὐτῶν. παραχρῆμα δὴ τοὺς πιστοτάτους τῶν φίλων ταῖς πύλαις τῶν Ταριχεῶν ἐπιστήσας φυλάξοντας μετʼ ἀσφαλείας τοὺς ἐξιέναι θέλοντας καὶ τοὺς πρώτους τῶν οἴκων προσκαλεσάμενος, αὐτῶν ἕκαστον ἐκέλευσα καθελκύσαντα πλοῖον ἐμβάντα συνεπαγόμενον τὸν κυβερνήτην ἕπεσθαί μοι πρὸς τὴν Τιβεριέων πόλιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="164"><p>καὶ αὐτὸς δὲ μετὰ τῶν φίλων καὶ τῶν ὁπλιτῶν, οὓς ἔφην ἑπτὰ τὸν ἀριθμὸν εἶναι, ἐμβὰς ἔπλεον ἐπὶ τὴν Τιβεριάδα.  </p></div><milestone n="33" unit="Whiston_section"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="165"><p>Τιβεριεῖς δὲ τὴν παρὰ τοῦ βασιλέως δύναμιν ὡς ἔγνωσαν οὐχ ἥκουσαν αὐτοῖς, πλοίων δὲ τὴν λίμνην πᾶσαν ἐθεάσαντο πλήρη, δείσαντες περὶ τῇ πόλει καὶ καταπλαγέντες ὡς ἐπιβατῶν πλήρεις εἶναι νέας, μετατίθενται τὰς γνώμας. </p></div></div></body></text></TEI>