<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="136"><p>Ταῦτʼ εἰπὼν καὶ τοῦ πλήθους ἐπιβοήσαντος ἀναλαβών τινας ὁπλίτας ἐπὶ τὴν οἰκίαν, ἐν ᾗ κατηγόμην, ἔσπευδεν ὡς ἀναιρήσων. ἐγὼ δʼ οὐδὲν προαισθόμενος διὰ κόπον πρὸ τῆς ταραχῆς κατεσχήμην. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="137"><p>Σίμων δʼ ὁ τοῦ σώματός μου τὴν φυλακὴν πεπιστευμένος, ὁ καὶ μόνος παραμείνας, ἰδὼν τὴν ἐπιδρομὴν τῶν πολιτῶν διήγειρέ με καὶ τὸν ἐφεστῶτά μοι κίνδυνον ἐξήγγειλεν, ἠξίου τε γενναίως θνήσκειν ὡς στρατηγὸν ὑπʼ αὐτοῦ πρὶν δὴ ἐλθεῖν τοὺς ἐχθροὺς ἀναγκάσοντας ἢ κτενοῦντας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="138"><p>ὁ μὲν ταῦτα ἔλεγεν, ἐγὼ δὲ τῷ θεῷ τὰ κατʼ ἐμαυτὸν ἐπιτρέψας εἰς τὸ πλῆθος ὡρμήθην προελθεῖν. μετενδὺς οὖν μέλαιναν ἐσθῆτα καὶ τὸ ξίφος ἀπαρτησάμενος <pb/> ἐκ τοῦ αὐχένος καθʼ ὁδὸν ἑτέραν, ᾗ μηδένα μοι τῶν πολεμίων ὑπαντιάσειν ᾤμην, ᾔειν εἰς τὸν ἱππόδρομον, ἄφνω τε φανεὶς καὶ πρηνὴς πεσὼν καὶ τὴν γῆν δάκρυσιν φύρων ἐλεεινὸς ἔδοξα πᾶσιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="139"><p>συνεὶς δὲ τοῦ πλήθους τὴν μεταβολὴν διιστάναι τὰς γνώμας αὐτῶν ἐπειρώμην πρὸ τοῦ τοὺς ὁπλίτας ἀπὸ τῆς οἰκίας ὑποστρέψαι. καὶ συνεχώρουν μὲν ἀδικεῖν, ὡς αὐτοὶ νομίζουσιν, ἐδεόμην δὲ διδάξαι πρότερον, εἰς τίνα χρείαν ἐφύλαττον τὰ ἐκ τῆς ἁρπαγῆς κομισθέντα χρήματα καὶ τότε θνήσκειν, εἰ κελεύοιεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="140"><p>τοῦ δὲ πλήθους λέγειν κελεύοντος ἐπῆλθον οἱ ὁπλῖται καὶ θεασάμενοί με προσέτρεχον ὡς κτενοῦντες. ἐπισχεῖν δὲ τοῦ πλήθους κελεύοντος ἐπείσθησαν προσδοκῶντες, ἐπειδὰν ὁμολογήσω πρὸς αὐτοὺς τὰ χρήματα τῷ βασιλεῖ τετηρηκέναι, ὡς ὡμολογηκότα τὴν προδοσίαν ἀναιρήσειν.  </p></div></div></body></text></TEI>