<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="126"><p>Νεανίσκοι τινὲς θρασεῖς Δαβαριττηνοὶ γένος ἐπιτηρήσαντες τὴν Πτολεμαίου γυναῖκα τοῦ βασιλέως ἐπιτρόπου μετὰ πολλῆς παρασκευῆς καί τινων ἱππέων ἀσφαλείας χάριν ἑπομένων διὰ τοῦ μεγάλου πεδίου τὴν πορείαν ποιουμένην ἐκ τῆς τοῖς βασιλεῦσιν ὑποτελοῦς χώρας εἰς τὴν Ῥωμαίων ἐπικράτειαν, ἐπιπίπτουσιν αὐτοῖς ἄφνω. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="127"><p>καὶ τὴν μὲν γυναῖκα φυγεῖν ἠνάγκασαν, ὅσα δʼ ἐπεφέρετο πάντα διήρπασαν, καὶ ἧκον εἰς Ταριχέας πρός με τέσσαρας ἡμιόνους καταφόρτους ἄγοντες ἐσθῆτος καὶ σκευῶν· ἦν δὲ καὶ ἀργυρίου σταθμὸς οὐκ ὀλίγος καὶ χρυσοῖ πεντακόσιοι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="128"><p>ταῦτʼ ἐγὼ βουλόμενος διαφυλάξαι τῷ Πτολεμαίῳ, καὶ γὰρ ἦν ὁμόφυλος, ἀπηγόρευται δʼ ἡμῖν ὑπὸ τῶν νόμων μηδὲ τοὺς ἐχθροὺς ἀποστερεῖν, πρὸς μὲν τοὺς κομίσαντας ἔφην φυλάττειν αὐτὰ δεῖν, ἵνʼ ἐκ τῆς πράσεως αὐτῶν ἐπισκευασθῇ τὰ τείχη τῶν Ἱεροσολύμων, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="129"><p>οἱ δὲ νεανίαι χαλεπῶς ἔσχον οὐ λαβόντες μοῖραν ἐκ τῶν λαφύρων, καθάπερ προσεδόκησαν, καὶ πορευθέντες εἰς τὰς πέριξ τῆς Τιβεριάδος κώμας προδιδόναι μέλλειν με Ῥωμαίοις τὴν χώραν αὐτῶν ἔλεγον· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0526.tlg002.perseus-grc2" n="130"><p>κεχρῆσθαι γὰρ σοφίσματι πρὸς αὐτοὺς λέγοντα τὰ ἐκ τῆς ἁρπαγῆς κομισθέντα φυλάττειν εἰς τὴν ἐπισκευὴν τῶν τειχῶν τῆς Ἱεροσολυμιτῶν πόλεως, ἐγνωκέναι δὲ πάλιν τῷ δεσπότῃ ἀποδοῦναι [τὰ ἡρπασμένα]. </p></div></div></body></text></TEI>