ὑπισχνουμένου δὲ πάντα ποιήσειν ἐκείνου ἀπέλυσα συγχωρήσας αὐτῷ συναγαγεῖν πάλιν οὓς πρότερον εἶχεν. Σεπφωρίταις δʼ ἠπείλησα, εἰ μὴ παύσαιντο τῆς ἀγνωμοσύνης, λήψεσθαι παρʼ αὐτῶν δίκας. Κατὰ τοῦτον τὸν καιρὸν ἀφικνοῦνται πρός με δύο μεγιστᾶνες τῶν ὑπὸ τὴν ἐξουσίαν τοῦ βασιλέως ἐκ τῆς τῶν Τραχωνιτῶν χώρας ἐπαγόμενοι τοὺς ἑαυτῶν ἵππους καὶ ὅπλα, χρήματα δʼ ὑποκομίζοντες. τούτους περιτέμνεσθαι τῶν Ἰουδαίων ἀναγκαζόντων, εἰ θέλουσιν εἶναι παρʼ αὐτοῖς, οὐκ εἴασα βιασθῆναι, φάσκων δεῖν ἕκαστον κατὰ τὴν ἑαυτοῦ προαίρεσιν τὸν θεὸν εὐσεβεῖν, ἀλλὰ μὴ μετὰ βίας, χρῆναι δὲ τούτους διʼ ἀσφάλειαν πρὸς ἡμᾶς καταφυγόντας μὴ μετανοεῖν. πεισθέντος δὲ τοῦ πλήθους τοῖς ἥκουσιν ἀνδράσιν τὰ πρὸς τὴν συνήθη δίαιταν ἅπαντα παρεῖχον δαψιλῶς. Πέμπει δʼ ὁ βασιλεὺς Ἀγρίππας δύναμιν καὶ στρατηγὸν ἐπʼ αὐτῆς Αἴκουον Μόδιον Γάμαλα τὸ φρούριον ἐξαιρήσοντας. οἱ δὲ πεμφθέντες κυκλώσασθαι μὲν τὸ φρούριον οὐκ ἤρκεσαν, ἐν δὲ τοῖς φανεροῖς τῶν τόπων ἐφεδρεύοντες ἐπολιόρκουν τὰ Γάμαλα. Αἰβούτιος δὲ ὁ δεκάδαρχος, ὁ τοῦ μεγάλου πεδίου τὴν προστασίαν πεπιστευμένος, ἀκούσας ὅτι παρείην εἰς Σιμωνιάδα κώμην ἐν μεθορίοις κειμένην τῆς Γαλιλαίας, αὐτοῦ δʼ ἀπέχουσαν ἑξήκοντα σταδίους, νυκτὸς ἀναλαβὼν τοὺς ἑκατὸν ἱππεῖς, οὓς εἶχεν σὺν αὐτῷ, καί τινας πεζοὺς περὶ διακοσίους, καὶ τοὺς ἐν Γάβα πόλει κατοικοῦντας ἐπαγόμενος συμμάχους, νυκτὸς ὁδεύσας ἧκεν εἰς τὴν κώμην, ἐν ᾗ διέτριβον.