Ἐμοὶ δὲ γένος ἐστὶν οὐκ ἄσημον, ἀλλʼ ἐξ ἱερέων ἄνωθεν καταβεβηκός. ὥσπερ δʼ ἡ παρʼ ἑκάστοις ἄλλη τίς ἐστιν εὐγενείας ὑπόθεσις, οὕτως παρʼ ἡμῖν ἡ τῆς ἱερωσύνης μετουσία τεκμήριόν ἐστιν γένους λαμπρότητος. ἐμοὶ δʼ οὐ μόνον ἐξ ἱερέων ἐστὶν τὸ γένος, ἀλλὰ καὶ ἐκ τῆς πρώτης ἐφημερίδος τῶν εἰκοσιτεσσάρων, πολλὴ δὲ κἀν τούτῳ διαφορά, καὶ τῶν ἐν ταύτῃ δὲ φυλῶν ἐκ τῆς ἀρίστης. ὑπάρχω δὲ καὶ τοῦ βασιλικοῦ γένους ἀπὸ τῆς μητρός· οἱ γὰρ Ἀσαμωναίου παῖδες, ὧν ἔγγονος ἐκείνη, τοῦ ἔθνους ἡμῶν ἐπὶ μήκιστον χρόνον ἠρχιεράτευσαν καὶ ἐβασίλευσαν. ἐρῶ δὲ τὴν διαδοχήν· ὁ πρόπαππος ἡμῶν Σίμων ὁ Ψελλὸς ἐπικαλούμενος. οὗτος ἐγένετο καθʼ ὃν καιρὸν ἠρχιεράτευσεν Σίμωνος ἀρχιερέως ὁ παῖς, ὃς πρῶτος ἀρχιερέων Ὑρκανὸς ὠνομάσθη. γίνονται δὲ τῷ Ψελλῷ Σίμωνι παῖδες ἐννέα· τούτων ἐστὶν Ματθίας ὁ Ἠφαίου λεγόμενος· οὗτος ἠγάγετο πρὸς γάμον θυγατέρα Ἰωνάθου ἀρχιερέως τοῦ πρώτου ἐκ τῶν Ἀσαμωναίου παίδων γένους ἀρχιερατεύσαντος τοῦ ἀδελφοῦ Σίμωνος τἀρχιερέως, καὶ γίνεται παῖς αὐτῷ Ματθίας ὁ Κυρτὸς ἐπικληθεὶς ἄρχοντος Ὑρκανοῦ τὸν πρῶτον ἐνιαυτόν. τούτου γίνεται Ἰώσηπος ἐνάτῳ ἔτει τῆς Ἀλεξάνδρας ἀρχῆς, καὶ Ἰωσήπου Ματθίας βασιλεύοντος Ἀρχελάου τὸ δέκατον, Ματθία δὲ ἐγὼ τῷ πρώτῳ τῆς Γαΐου Καίσαρος ἡγεμονίας. ἐμοὶ δὲ παῖδές εἰσιν τρεῖς, Ὑρκανὸς μὲν ὁ πρεσβύτατος ἔτει τετάρτῳ τῆς Οὐεσπασιανοῦ Καίσαρος ἡγεμονίας, ἑβδόμῳ δὲ Ἰοῦστος, ἐνάτῳ δὲ Ἀγρίππας.