ταύτην δὲ τὴν ἐνεστῶσαν ἐγκεχείρισμαι πραγματείαν νομίζων ἅπασι φανεῖσθαι τοῖς Ἕλλησιν ἀξίαν σπουδῆς· μέλλει γὰρ περιέξειν ἅπασαν τὴν παρʼ ἡμῖν ἀρχαιολογίαν καὶ διάταξιν τοῦ πολιτεύματος ἐκ τῶν Ἑβραϊκῶν μεθηρμηνευμένην γραμμάτων. ἤδη μὲν οὖν καὶ πρότερον διενοήθην, ὅτε τὸν πόλεμον συνέγραφον, δηλῶσαι τίνες ὄντες ἐξ ἀρχῆς Ἰουδαῖοι καὶ τίσι χρησάμενοι τύχαις ὑφʼ οἵῳ τε παιδευθέντες νομοθέτῃ τὰ πρὸς εὐσέβειαν καὶ τὴν ἄλλην ἄσκησιν ἀρετῆς πόσους τε πολέμους ἐν μακροῖς πολεμήσαντες χρόνοις εἰς τὸν τελευταῖον ἄκοντες πρὸς Ῥωμαίους κατέστησαν. ἀλλʼ ἐπειδὴ μείζων ἦν ἡ τοῦδε τοῦ λόγου περιβολή, κατʼ αὐτὸν ἐκεῖνον χωρίσας ταῖς ἰδίαις ἀρχαῖς αὐτοῦ καὶ τῷ τέλει τὴν γραφὴν συνεμέτρησα· χρόνου δὲ προϊόντος, ὅπερ φιλεῖ τοῖς μεγάλων ἅπτεσθαι διανοουμένοις, ὄκνος μοι καὶ μέλλησις ἐγίνετο τηλικαύτην μετενεγκεῖν ὑπόθεσιν εἰς ἀλλοδαπὴν ἡμῖν καὶ ξένην διαλέκτου συνήθειαν. ἦσαν δέ τινες, οἳ πόθῳ τῆς ἱστορίας ἐπʼ αὐτήν με προύτρεπον, καὶ μάλιστα δὴ πάντων Ἐπαφρόδιτος ἀνὴρ ἅπασαν μὲν ἰδέαν παιδείας ἠγαπηκώς, διαφερόντως δὲ χαίρων ἐμπειρίαις πραγμάτων, ἅτε δὴ μεγάλοις μὲν αὐτὸς ὁμιλήσας πράγμασι καὶ τύχαις πολυτρόποις, ἐν ἅπασι δὲ θαυμαστὴν φύσεως ἐπιδειξάμενος ἰσχὺν καὶ προαίρεσιν ἀρετῆς ἀμετακίνητον. τούτῳ δὴ πειθόμενος ὡς αἰεὶ τοῖς χρήσιμον ἢ καλόν τι πράττειν δυναμένοις συμφιλοκαλοῦντι καὶ ἐμαυτὸν αἰσχυνόμενος, εἰ δόξαιμι ῥαθυμίᾳ πλέον ἢ τῷ περὶ τὰ κάλλιστα χαίρειν πόνῳ, προθυμότερον ἐπερρώσθην, ἔτι κἀκεῖνα πρὸς τοῖς εἰρημένοις λογισάμενος οὐ παρέργως, περί τε τῶν ἡμετέρων προγόνων εἰ μεταδιδόναι τῶν τοιούτων ἤθελον, καὶ περὶ τῶν Ἑλλήνων εἴ τινες αὐτῶν γνῶναι τὰ παρʼ ἡμῖν ἐσπούδασαν.