[172] (16) Εὔμαιε, τὸ σοφόν ἐστιν οὐ καθ’ ἕν μόνον, ἀλλ’ ὅσσα περ ζῆι, πάντα καὶ γνώμαν ἔχει. καὶ γὰρ τὸ θῆλυ τᾶν ἀλεκτορίδων γένος, αἰ λῆις καταμαθεῖν ἀτενές, οὐ τίκτει τέκνα ζῶντ(α), ἀλλ’ ἐπώιζει καὶ ποιεῖ ψυχὰν ἔχειν. τὸ δὲ σοφὸν ἁ φύσις τόδ’ οἶδεν ὡς ἔχει μόνα· πεπαίδευται γὰρ αὐταύτας ὕπο. καὶ πάλιν· [173] θαυμαστὸν οὐδὲν ἁμὲ ταῦθ’ οὕτω λέγειν, καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν καλῶς πεφύκειν· καὶ γὰρ ἁ κύων κυνί κάλλιστον εἶμεν φαίνεται, καὶ βοῦς βοΐ, ὄνος δ(ὲ) ὄνωι κάλλιστον, ὗς δὲ θην ὑί. (17) καὶ ταῦτα μὲν καὶ τὰ τοιαῦτα διὰ τῶν τεττάρων βιβλίων παραπήγνυσιν ὁ Ἄλκιμος, παρασημαίνων τὴν ἐξ Ἐπιχάρμου Πλάτωνι περιγενομένην ὠφέλειαν. ὅτι δ’ οὐδ’ αὑτὸς Ἐ. ἠγνόει τὴν αὐτοῦ σοφίαν, μαθεῖν ἔστι κὰκ τούτων ἐν οἰς τὸν ζηλώσοντα προμαντεύεται· [254] ὡς δ(ὲ) ἐγὼ δοκέω, δοκέων γὰρ σάφα ἴσαμι τοῦθ’, ὅτι τῶν ἐμῶν μνάμα ποκ’ ἐσσεῖται λόγων τούτων ἔτι. καὶ λαβών τις αὐτὰ περιδύσας τὸ μέτρον ὃ νῦν ἔχει, εἷμα δοὺς καὶ πορφυροῦν, λόγοισι ποικίλας καλοῖς, δυσπάλαιστος ὢν τὸς ἄλλως εὐπαλαίστους ἀποφανεῖ. [78] Eustrat. z. Ar. Nic. Γ 7 S. 155, 10, Heylb . ἐν Ἡρακλεῖ τῶι παρὰ φόλωι· ἀλλὰ μὰν ἐγὼν ἀνάγκαι ταῦτα πάντα ποιέω· οἴομαι δ’οὐδεὶς ἑκὼν πονηρὸς οὐδ’ ἄταν ἔχων. ΑΞΙΟΠΙΣΤΟΥ ΓΝΩΜΑΙ. Vgl. A 10 und Vorbemerkung 6 S. 116 [239] Stob. IV 31 Μενάνδρου (537 Kock) vgl. B 58 ὁ μὲν Ἐπιχαρμος τοὺς θεοὺς εἶναι λέγει ἀνέμους, ὕδωρ γῆν, ἥλιον, πῦρ, ἀστέρας· ἐγὼ δ’ ὑπέλαβον χρησίμους εἶναι θεσύς τὰργύριον ἡμῖν καὶ τὸ χρυσίον μόνους.