ὄνομα αὐτοὺς μέγα κεκτήσθαι· ἦγόν τε καὶ ἔφερον πρώτους μὲν καὶ μάλιστα τοὺς πλέοντας (οὐδὲ γὰρ τὴν χειμερινὴν ὥραν ἀσφαλῆ αὐτοῖς παρεῖχον, ἀλλʼ ὑπό τε τῆς τόλμης καὶ ὑπὸ τοῦ ἔθους τῆς τε εὐπραγίας καὶ τότʼ ἐπʼ ἀδείας ταῖς ναυτιλίαις ἐχρῶντο), ἔπειτα καὶ τοὺς ἐν τοῖς λιμέσιν ὄντας. καὶ γὰρ εἴ τις ἀνταναχθῆναί σφισιν ἐτόλμησε, μάλιστα μὲν ἡττηθεὶς ἀπώλετο, εἰ δὲ καὶ ἐνίκησεν, ἀλλʼ ἑλεῖν γε αὐτῶν οὐδένα ὑπὸ τοῦ ταχυναυτεῖν σφας ἐδύνατο, καὶ οὕτως ὑποστρέφοντες διὰ βραχέος ὡς καὶ κεκρατηκότες, τὰ μὲν ἔτεμνον καὶ κατεπίμπρων, οὐχ ὅτι χωρία καὶ ἀγρούς, ἀλλὰ καὶ πόλεις ὅλας, τὰ δὲ καὶ ᾠκειοῦντο, ὥστε καὶ χειμάδια καὶ ὁρμητήρια καθάπερ ἐν φιλίᾳ γῇ ποιεῖσθαι.