ἐπηυξήθη. τῶν γὰρ Ῥωμαίων πρὸς τοὺς ἀντιπολέμους a)ntipole/mous Bernhardy, a)ntipolemi/ous L. ἀσχολίαν ἀγόντων ἐπὶ πολὺ ἤκμασαν, πολλαχόσε τε περιπλέοντες καὶ πάντας τοὺς ὁμοίους σφίσι προστιθέμενοι, ὥστε τινὰς αὐτῶν καὶ ἐν συμμαχίας λόγῳ συχνοῖς ἐπικουρῆσαι. καὶ εἴρηται μὲν ὅσα μετὰ τῶν ἄλλων ἔπραξαν. ἐπεὶ δʼ οὖν καὶ ἐκεῖνα διελύθη, οὐκ ἐπαύσαντο, ἀλλʼ αὐτοὶ καθʼ ἑαυτοὺς πολλὰ καὶ δεινὰ τούς τε Ῥωμαίους καὶ τοὺς συμμάχους σφῶν ἐκακούργη- σαν. οὔτε γὰρ κατʼ ὀλίγους ἔτι ἀλλὰ στόλοις μεγάλοις ἔπλεον, καὶ στρατηγοὺς εἶχον, ὥστε καὶ