Καὶ ἔστιν ὁ μὲν θ, ἐπόγδοος τοῦ η, σελήνης ☾, ὁ ιβ, ἡμιόλιος τοῦ η, ἑρμοῦ ☿, ὁ ιϚ, διπλάσιος τοῦ η, ἀφροδίτης ♀, ὁ ιη, διπλάσιος τοῦ θ, ἐπόγδοος τοῦ ιϚ, ἡλίου ⊙, ὁ κα, διπλασιεπίτριτος τοῦ θ, ἄρεος〈♂〉, ὁ κδ, διπλάσιος τοῦ ιβ, διός ♃, ὁ λβ, τετραπλάσιος τοῦ η, κρόνου ♄, ὁ λϚ, τετραπλάσιος τοῦ θ, ἀπλανῶν. Αἱ δὲ ὑπεροχαὶ· λϚ ὑπερέχει δ, λβ η, κδ, γ, κα γ, ιη β, ιϚ δ, ιβ γ, θ α, ἢ ὑπερέχει τοῦ η ὁ θ μονάδι, ὁ ιβ τοῦ θ γ, ὁ ιϚ τοῦ ιβ δ, ὁ ιη τοῦ ιϚ β καὶ οἱ λοιποὶ ὁμοίως.