Ὅτι καταληπτικὴ ἡ δἰ ἀστρονομίας γνῶσις, καὶ μέχρι τίνος Ὅτι μὲν τοίνυν διαδίδοται καὶ διικνεῖταί τις δύναμις ἀπὸ τῆς αἰθερώδους καὶ ἀιδίου φύσεως ἐπὶ πᾶσαν τὴν περιγείαν καὶ δἰ ὅλων μεταβλητήν, τῶν ὑπὸ τὴν σελήνην πρώτων στοιχείων πυρὸς καὶ ἀέρος περιεχομένων μὲν καὶ τρεπομένων ὑπὸ τῶν κατὰ τὸν αἰθέρα κινήσεων, περιεχόντων δὲ καὶ συντρεπόντων τὰ λοιπὰ πάντα, γῆν καὶ ὕδωρ καὶ τὰ ἐν αὐτοῖς φυτὰ καὶ ζῷα, πᾶσιν ἂν ἐναργέστατον καὶ δἰ ὀλίγων φανείη. ὅ τε γὰρ ἥλιος διατίθησί πως ἀεὶ μετὰ τοῦ περιέχοντος πάντα τὰ περὶ τὴν γῆν οὐ μόνον διὰ τῶν κατὰ τὰς ἐτησίους ὥρας μεταβολῶν πρὸς γονὰς ζῴων καὶ φυτῶν καρποφορίας καὶ ῥύσεις ὑδάτων καὶ σωμάτων μετατροπὰς ἀλλὰ καὶ διὰ τῶν καθʼ ἑκάστην ἡμέραν περιόδων, θερμαίνων τε καὶ ὑγραίνων καὶ ξηραίνων καὶ ψύχων τεταγμένως τε καὶ ἀκολούθως τοῖς πρὸς τὸν κατὰ κορυφὴν ἡμῶν γινομένοις ὁμοιοτρόποις σχηματισμοῖς ἥ τε σελήνη πλείστην, ὡς περιγειοτάτη, διαδίδωσιν ἐπὶ τὴν γῆν τὴν ἀπόρροιαν, συμπαθούντων αὐτῇ καὶ συντρεπομένων τῶν πλείστων καὶ ἀψύχων καὶ ἐμψύχων, καὶ ποταμῶν μὲν συναυξόντων καὶ συμμειούντων τοῖς φωσὶν αὐτῆς τὰ ῥεύματα, θαλαττῶν δὲ συντρεπουσῶν ταῖς ἀνατολαῖς καὶ ταῖς δύσεσι τὰς ἰδίας ὁρμάς, φυτῶν δὲ καὶ ζῴων ἢ ὅλων ἢ κατά τινα μέρη συμπληρουμένων τε αὐτῇ καὶ συμμειουμένων. αἵ τε τῶν ἀστέρων τῶν τε ἀπλανῶν καὶ τῶν πλανωμένων πάροδοι πλείστας ποιοῦσι ἐπισημασίας τοῦ περιέχοντος καυματώδεις καὶ πνευματώδεις καὶ νιφετώδεις, ὑφʼ ὧν καὶ τὰ ἐπὶ τῆς γῆς οἰκείως διατίθεται. ἤδη δὲ καὶ οἱ πρὸς ἀλλήλους αὐτῶν σχηματισμοί, συνερχομένων πως καὶ συγκιρναμένων τῶν διαδόσεων, πλείστας καὶ ποικίλας μεταβολὰς ἀπεργάζονται, κατακρατούσης μὲν τῆς τοῦ ἡλίου δυνάμεως πρὸς τὸ καθʼ ὅλου τῆς ποιότητος τεταγμένον, συνεργούντων δὲ ἢ ἀποσυνεργούντων κατά τι τῶν λοιπῶν, καὶ τῆς μὲν σελήνης ἐκφανέστερον καὶ συνεχέστερον ὡς ἐν ταῖς συνόδοις καὶ διχοτόμοις καὶ πανσελήνοις, τῶν δὲ ἀστέρων περιοδικώτερον καὶ ἀσημότερον ὡς ἐν ταῖς φάσεσι καὶ κρύψεσι καὶ προσνεύσεσιν. ὅτι δὲ τούτων οὕτω θεωρουμένων οὐ μόνον τὰ ἤδη συγκραθέντα διατίθεσθαί πως ὑπὸ τῆς τούτων κινήσεως ἀναγκαῖον ἀλλὰ καὶ τῶν σπερμάτων τὰς ἀρχὰς καὶ τὰς πληροφορήσεις διαπλάττεσθαι καὶ διαμορφοῦσθαι πρὸς τὴν οἰκείαν τοῦ τότε περιέχοντος ποιότητα, πᾶσιν ἂν δόξειεν ἀκόλουθον εἶναι. οἱ γοῦν παρατηρητικώτεροι τῶν γεωργῶν καὶ τῶν νομέων ἀπὸ τῶν κατὰ τὰς ὀχείας καὶ τὰς τῶν σπερμάτων καταθέσεις συμβαινόντων πνευμάτων στοχάζονται τῆς ποιότητος τῶν ἀποβησομένων, καὶ ὅλως τὰ μὲν ὁλοσχερέστερα καὶ διὰ τῶν ἐπιφανεστέρων συσχηματισμῶν ἡλίου καὶ σελήνης καὶ ἀστέρων ἐπισημαινόμενα καὶ παρὰ τοῖς μὴ φυσικῶς, μόνον δὲ παρατηρητικῶς σκεπτομένοις, ὡς ἐπὶ πᾶν προγινωσκόμενα θεωροῦμεν, τὰ μὲν ἐκ μείζονός τε δυνάμεως καὶ ἁπλουστέρας τάξεως καὶ παρὰ τοῖς πάνυ ἰδιώταις, μᾶλλον δὲ καὶ παρʼ ἐνίοις τῶν ἀλόγων ζῴων, ὡς τῶν ὡρῶν καὶ τῶν πνευμάτων τὰς ἐτησίους διαφοράς· τούτων γὰρ ὡς ἐπὶ πᾶν ὁ ἥλιος αἴτιος· τὰ δὲ ἧττον οὕτως ἔχοντα παρὰ τοῖς ἤδη κατὰ τὸ ἀναγκαῖον ταῖς παρατηρήσεσιν ἐνειθισμένοις, ὡς τοῖς ναυτιλλομένοις τὰς κατὰ μέρος τῶν χειμώνων καὶ τῶν πνευμάτων ἐπισημασίας, ὅσαι γίνονται κατὰ τὸ περιοδικώτερον ὑπὸ τῶν τῆς σελήνης ἢ καὶ τῶν ἀπλανῶν ἀστέρων πρὸς τὸν ἥλιον συσχηματισμῶν. παρὰ μέντοι τὸ μήτε αὐτῶν τούτων τοὺς χρόνους καὶ τοὺς τόπους ὑπὸ ἀπειρίας ἀκριβῶς δύνασθαι κατανοεῖν, μήτε τὰς τῶν πλανωμένων ἀστέρων περιόδους, πλεῖστον καὶ αὐτὰς συμβαλλομένας, τὸ πολλάκις αὐτοῖς σφάλλεσθαι συμβαίνει. τί δὴ οὖν κωλύει τὸν ἠκριβωκότα μὲν τὰς πάντων τῶν ἀστέρων καὶ ἡλίου καὶ σελήνης κινήσεις, ὅπως αὐτὸν μηδενὸς τῶν σχηματισμῶν μήτε ὁ τόπος μήτε ὁ χρόνος λανθάνοι, διειληφότα δὲ ἐκ τῆς ἔτι ἄνωθεν συνεχοῦς ἱστορίας ὡς ἐπὶ πᾶν αὐτῶν τὰς φύσεις, κἂν μὴ τὰς κατʼ αὐτὸ τὸ ὑποκείμενον ἀλλὰ τάς γε δυνάμει ποιητικάς, οἷον ὡς τὴν τοῦ ἡλίου ὅτι θερμαίνει καὶ τὴν τῆς σελήνης ὅτι ὑγραίνει καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως, ἱκανὸν δὲ πρὸς ταῦτα τοιαῦτα ὄντα φυσικῶς ἅμα καὶ εὐστόχως ἐκ τῆς συγκράσεως πάντων τὸ ἴδιον τῆς ποιότητος διαλαβεῖν, ὡς δύνασθαι μὲν ἐφʼ ἑκάστου τῶν διδομένων καιρῶν ἐκ τῆς τότε τῶν φαινομένων σχέσεως τὰς τοῦ περιέχοντος ἰδιοτροπίας εἰπεῖν, οἷον ὅτι θερμότερον ἢ ὑγρότερον ἔσται, δύνασθαι δὲ καὶ καθʼ ἕνα ἕκαστον τῶν ἀνθρώπων τήν τε καθʼ ὅλου ποιότητα τῆς ἰδιοσυγκρασίας ἀπὸ τοῦ κατὰ τὴν σύστασιν περιέχοντος συνιδεῖν, οἷον ὅτι τὸ μὲν σῶμα τοιόσδε, τὴν δὲ ψυχὴν τοιόσδε, καὶ τὰ κατὰ καιροὺς συμπτώματα διὰ τοῦ τὸ μὲν τοιόνδε περιέχον τῇ τοιᾷδε συγκράσει σύμμετρον ἢ καὶ πρόσφορον γίνεσθαι πρὸς εὐεξίαν, τὸ δὲ τοιόνδε ἀσύμμετρον καὶ πρόσφορον πρὸς κάκωσιν; ἀλλὰ γὰρ τὸ μὲν δυνατὸν τῆς τοιαύτης καταλήψεως διὰ τούτων καὶ τῶν ὁμοίων ἔστι συνιδεῖν. Ὅτι δὲ εὐπροφασίστως μέν, οὐ προσηκόντως δέ, τὴν πρὸς τὸ ἀδύνατον ἔσχε διαβολὴν οὕτως ἂν κατανοήσαιμεν. πρῶτον μὲν γὰρ τὰ πταίσματα τῶν μὴ ἀκριβούντων τὸ ἔργον, πολλὰ ὄντα, ὡς ἐν μεγάλῃ καὶ πολυμερεῖ θεωρίᾳ, καὶ τοῖς ἀληθευομένοις τὴν τούτου ἐκ τύχης παρέσχε δόξαν, οὐκ ὀρθῶς. τὸ γὰρ τοιοῦτον οὐ τῆς ἐπιστήμης, ἀλλὰ τῶν μεταχειριζομένων ἐστὶν ἀδυναμία· ἔπειτα καὶ οἱ πλεῖστοι τοῦ πορίζειν ἕνεκεν ἑτέραν τέχνην τῷ ταύτης ὀνόματι καταξιοπιστευόμενοι τοὺς μὲν ἰδιώτας ἐξαπατῶσι, πολλὰ προλέγειν δοκοῦντες καὶ τῶν μηδεμίαν φύσιν ἐχόντων προγινώσκεσθαι, τοῖς δὲ ζητητικωτέροις διὰ τούτου παρέσχον ἀφορμὴν ἐν ἴσῳ καὶ τῶν φύσιν ἐχόντων προλέγεσθαι καταγινώσκειν. οὐδὲ τοῦτο δεόντως· οὐδὲ γὰρ φιλοσοφίαν ἀναιρετέον, ἐπεί τινες τῶν προσποιουμένων αὐτὴν πονηροὶ καταφαίνονται. ἀλλʼ ὅμως ἐναργές ἐστιν ὅτι κἂν διερευνητικῶς τις ὡς ἔνι μάλιστα καὶ γνησίως τοῖς μαθήμασι προσέρχηται, πολλάκις πταίειν αὐτὸν ἐνδέχεται, δἰ οὐδὲν μὲν τῶν εἰρημένων, δἰ αὐτὴν δὲ τὴν τοῦ πράγματος φύσιν καὶ τὴν πρὸς τὸ μέγεθος τῆς ἐπαγγελίας ἀσθένειαν. καθʼ ὅλου γὰρ πρὸς τῷ τὴν περὶ τὸ ποιὸν τῆς ὕλης θεωριαν πᾶσαν εἰκαστικὴν εἶναι καὶ οὐ διαβεβαιωτικήν, καὶ μάλιστα τὴν ἐκ πολλῶν ἀνομοίων συγκιρναμένην, ἔτι καὶ τοῖς παλαιοῖς τῶν πλανωμένων συσχηματισμοῖς, ἀφʼ ὧν ἐφαρμόζομεν τοῖς ὡσαύτως ἔχουσι τῶν νῦν τὰς ὑπὸ τῶν προγενεστέρων ἐπ̓ ἐκείνων παρατετηρημένας προτελέσεις, παρόμοιοι μεν δύνανται γίνεσθαι μᾶλλον ἢ ἧττον καὶ οὗτοι διὰ μακρῶν περιόδων, ἀπαράλλακτοι δὲ οὐδαμῶς, τῆς πάντων ἐν τῷ οὐρανῷ μετὰ τῆς γῆς κατὰ τὸ ἀκριβὲς συναποκαταστάσεως, εἰ μή τις κενοδοξοίη περὶ τὴν τῶν ἀκαταλήπτων κατάληψιν καὶ γνῶσιν. ἢ μηδʼ ὅλως ἢ μὴ κατά γε τὸν αἰσθητὸν ἀνθρώπῳ χρόνον ἀπαρτιζομένης, ὡς διὰ τοῦτο τὰς προρρήσεις ἀνομοίων ὄντων τῶν ὑποκειμένων παραδειγμάτων ἐνίοτε διαμαρτάνεσθαι. περὶ μὲν οὖν τὴν ἐπίσκεψιν τῶν κατὰ τὸ περιέχον γινομένων συμπτωμάτων, τοῦτʼ ἂν εἴη μόνον τὸ δυσχερές, μηδεμιᾶς ἐνταῦθα συμπαραλαμβανομένης αἰτίας τῇ κινήσει τῶν οὐρανίων. περὶ δὲ τὰς γενεθλιολογικάς, καὶ ὅλως τὰς κατʼ ἰδίαν τῆς ἑκάστου συγκρίσεως, οὐ μικρὰ οὐδὲ τὰ τυχόντα ἔστιν ἰδεῖν συναίτια καὶ αὐτὰ γινόμενα τῆς τῶν συνισταμένων ἰδιοτροπίας. αἵ τε γὰρ τῶν σπερμάτων διαφοραὶ πλεῖστον δύνανται πρὸς τὸ τοῦ γένους ἴδιον, ἐπειδήπερ τοῦ περιέχοντος καὶ τοῦ ὁρίζοντος ὑποκειμένου τοῦ αὐτοῦ κατακρατεῖ τῶν σπερμάτων ἕκαστον εἰς τὴν καθʼ ὅλου τοῦ οἰκείου μορφώματος διατύπωσιν, οἷον ἀνθρώπου καὶ ἵππου καὶ τῶν ἄλλων· οἵ τε τόποι τῆς γενέσεως οὐ μικρὰς ποιοῦνται τὰς περὶ τὰ συνιστάμενα παραλλαγάς. καὶ τῶν σπερμάτων γὰρ κατὰ γένος ὑποκειμένων τῶν αὐτῶν, οἷον ἀνθρωπίνων, καὶ τῆς τοῦ περιέχοντος καταστάσεως τῆς αὐτῆς, παρὰ τὸ τῶν χωρῶν διάφορον πολὺ καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς οἱ γενόμενοι διήνεγκαν. πρὸς δὲ τούτοις αἵ τε τροφαὶ καὶ τὰ ἔθη, πάντων τῶν προκειμένων ἀδιαφόρων ὑποτιθεμένων, συμβάλλονταί τι πρὸς τὰς κατὰ μέρος τῶν βίων διαγωγάς. ὧν ἕκαστον ἐὰν μὴ συνδιαλαμβάνηται ταῖς ἀπὸ τοῦ περιέχοντος αἰτίαις, εἰ καὶ ὅτι μάλιστα τὴν πλείστην ἔχει τοῦτο δύναμιν (τῷ τὸ μὲν περιέχον κἀκείνοις αὐτοῖς εἰς τὸ τοιοῖσδε εἶναι συναίτιον γίνεσθαι, τούτῳ δʼ ἐκεῖνα μηδαμῶς), πολλὴν ἀπορίαν δύνανται παρέχειν τοῖς ἐπὶ τῶν τοιούτων οἰομένοις ἀπὸ μόνης τῆς τῶν μετεώρων κινήσεως, πάντα, καὶ τὰ μὴ τέλεον ἐπʼ αὐτῇ, δύνασθαι διαγινώσκειν. Τούτων δὲ οὕτως ἐχόντων, προσῆκον ἂν εἴη μήτε, ἐπειδὴ διαμαρτάνεσθαι ποτε τὴν τοιαύτην πρόγνωσιν ἐνδέχεται, καὶ τὸ πᾶν αὐτῆς ἀναιρεῖν, ὥσπερ οὐδὲ τὴν κυβερνητικὴν διὰ τὸ πολλάκις πταίειν ἀποδοκιμάζομεν· ἀλλʼ ὡς ἐν μεγάλοις, οὕτω καὶ θείοις ἐπαγγέλμασιν, ἀσπάζεσθαι καὶ ἀγαπητὸν ἡγεῖσθαι τὸ δυνατόν μήτʼ αὖ πάλιν πάντα ἡμῖν ἀνθρωπίνως καὶ ἐστοχασμένως αἰτεῖν παρʼ αὐτῆς, ἀλλὰ συμφιλοκαλεῖν, καὶ ἐν οἷς οὐκ ἦν ἐπʼ αὐτῇ τὸ πᾶν ἐφοδιάζειν· καὶ ὥσπερ τοῖς ἰατροῖς. ὅταν ἐπιζητῶσί τινα, καὶ περὶ αὐτῆς τῆς νόσου καὶ περὶ τῆς τοῦ κάμνοντος ἰδιοτροπίας οὐ μεμψόμεθα λέγουσιν, οὕτω καὶ ἐνταῦθα τὰ γένη καὶ τὰς χώρας καὶ τὰς τροφάς, ἢ καί τινα τῶν ἤδη συμβεβηκότων, μὴ ἀγανακτεῖν ὑποτιθεμένοις.