Τῶν δὲ Χηλῶν τοῦ Σκορπίου οἱ μὲν ἐν ἄκραις αὐταῖς ὡσαύτως διατιθέασι τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Ἑρμοῦ. οἱ δὲ ἐν μέσαις τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως. Τῶν δὲ ἐν τῷ σώματι τοῦ Σκορπίου οἱ μὲν ἐν τῷ μετώπῳ λαμπροὶ τὸ αὐτὸ ποιοῦσι τῷ τε τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Κρόνου· οἱ δὲ ἐν τῷ σώματι τρεῖς, ὧν ὁ μέσος ὑπόκιρρος καὶ λαμπρότερος, καλεῖται δὲ Ἀντάρης, τῷ τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Διός· οἱ δὲ ἐν τοῖς σπονδύλις τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης· οἱ δὲ ἐπὶ τοῦ κέντρου τῷ τε τοῦ Ἑρμοῦ καὶ τῷ τοῦ Ἄρεως· m25 ἡ δὲ ἑπομένη νεφελοειδὴς συστροφὴ τῷ τε τοῦ Ἄρεως καὶ τῇ σελήνῃ.1 Τῶν δὲ περὶ τὸν Τοξότην οἱ μὲν ἐπὶ τῆς ἀκίδος τοῦ βέλους ὅμοιον ἔχουσι τὸ ποιητικὸν τῷ τε τοῦ Ἄρεως καὶ τῇ σελήνῃ· 3 Synt. 7, 104, 7. Eratosth. catast. 72. 16 Synt. 8, 110, 11 ss. 20 Synt. 8, 112, 5 3 σύρματι VYβγ σύρματι τοῦ ἱματίου L Procl. 5 VLY Procl. Heph. ζυγοῦ Σcm om. βγ ἄκραις αὐταῖς α ἄκροις αὐτοῖς Lβγ 8 ἐν μέσαις] ἐν τῷ μέσῳ τῶν Χηλῶν L 10 L 16 σπονδύλοις γ Procl. Heph. σφονδύλοις VYLβ 17 Ἀφρ. α: τῆς Ἑρμῆς V τοῦ Ἑρμοῦ βγ 18 καὶ τῷ—20 τοῦ Ἄρεως om. D 20 ἑπομένη LMSy ἐπιμένη V λεγομένη α om. D 22 περὶ] ἐπὶ VL Procl. οἱ V ὁ βγ ἐν Y 23 ἔχουσι V ἔχει Υβγ 24 τῇ σελήνῃ VDSy τῆς σελήνης α Μ οἱ δὲ περὶ τὸ τόξον καὶ τὴν λαβὴν τῆς χειρὸς τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Ἄρεως· ἡ δὲ ἐν τῷ προσώπῳ συστροφὴ τῷ τε ἡλίῳ καὶ τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν ταῖς πτέρυξι καὶ τῷ νώτῳ τῷ τοῦ Διὸς ἠρέμα τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τοῖς ποσὶ τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου· τὸ δὲ ἐπὶ· τῆς οὐρᾶς τετράπλευρον τῷ τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Κρόνου.