Οἱ δὲ περὶ τὸν Κόρακα τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Κρόνου. Οἱ δὲ τῆς Ἀργοῦς λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τοῦ Διός. Τῶν δὲ περὶ τὸν Κένταυρον οἱ μὲν ἐπὶ τῷ σώματι τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τῷ ἵππῳ λαμπροὶ τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ m 28 Οἱ δὲ περὶ τὸ Θηρίον λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως. 1. 2 Ἑρμῆς καὶ τῷ τοῦ Ἑρμοῦ V 4 τῶν (prius) βγ οἱ α οἱ Vα ὁ βγ 5 λοιποὶ α om. βγ 9 Κρόνου] Κριὸς 12 περὶ τὸ στόμα Vγ ἐπὶ τοῦ στόματος αβ Heph. 14 βγ Procl. Διὸς Heph. 11,15 om. α 24 ἐπὶ Vγ ἐν α 25 Ἑρμοῦ Vα ABBREV βγ 26 ἵππῳ VLYDy Procl. MS Heph. Οἱ δὲ ἐν τῷ Θυμιατηρίῳ τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ. Οἱ δὲ ἐν τῷ Νοτίῳ στεφάνῳ λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ. ι'. Περὶ τῶν ὡρῶν τοῦ Αἱ μὲν οὖν τῶν ἀστέρων καθ’ ἑαυτοὺς δυνάμεις τοιαύτης ἔτυχον ὑπὸ τῶν παλαιοτέρων παρατηρήσεως. καὶ τῶν ὡρῶν δὲ τοῦ ἔτους τεσσάρων οὐσῶν ἔαρός τε καὶ θέρους καὶ μετοπώρου καὶ χειμῶνος τὸ μὲν ἔαρ ἔχει τὸ c 8 μᾶλλον έν τῷ ὑγρῷ διὰ τὴν κατὰ τὸ παρῳχημένον ψῦχος ἀρχομένης τῆς θερμασίας διάχυσιν· τὸ δὲ θέρος τὸ πλεῖον ἔχει ἐν τῷ θερμῷ διὰ τὴν τοῦ ἡλίου πρὸς τὸν κατὰ· κορυφὴν ἡμῶν τόπον ἐγγύτητα· τὸ δὲ μετόπωρον τὸ μᾶλλον ἐν τῷ ξηρῷ διὰ τὴν κατὰ τὸ παρῳχημένον καῦμα τῶν ὑγρῶν ἀνάποσιν· ὁ δὲ χειμὼν τὸ πλεῖον ἔχει έν τῷ ψυχρῷ διὰ τὸ τὸν ἥλιον πλεῖον ἀφίστασθαι τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου.