Τοῦ Κριοῦ τοίνυν οἱ μὲν ἐν τῇ κεφαλῇ τὸ ποιητικὸν ὁμοίως ἔχουσι κεκραμένον τῇ τε τοῦ Ἄρεως καὶ τῇ τοῦ Κρόνου δυνάμει· οἱ δὲ ἐν τῷ στόματι τῇ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῇ τοῦ Κρόνου· οἱ δὲ ἐν τῷ ὀπισθίω ποδὶ τῇ τοῦ Ἄρεως· m 23 οἱ δὲ ἐπὶ τῆς οὐρᾶς τῇ τῆς Ἀφροδίτης. Τῶν δὲ ἐν τῷ Ταύρῳ ἀστέρων οἱ μὲν ἐπὶ τῆς ἀποτομῆς ὁμοίαν ἔχουσι κρᾶσιν τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Κρόνου· οἱ δὲ ἐν τῇ Πλειάδι τῇ τε σελήνῃ καὶ τῷ τοῦ Ἄρεως· τῶν δὲ ἐν τῇ κεφαλῇ ὁ μὲν λαμπρὸς τῆς Ὑάδος καὶ ὑπόκιρρος, καλούμενος δὲ Λαμπαύρας, τῷ τοῦ Ἄρεως· οἱ δὲ λοιποὶ τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν ἄκροις τοῖς κέρασι τῷ τοῦ Ἄρεως. Τῶν δὲ ἐν τοῖς Διδύμοις ἀστέρων οἱ μὲν ἐπὶ τῶν ποδῶν τῆς ὁμοίας κεκοινωνήκασι ποιότητος τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης· οἱ δὲ περὶ τοὺς μηροὺς λαμπροὶ τῷ τοῦ Κρόνου· τῶν δὲ έν ταῖς κεφαλαῖς δύο λαμπρῶν ὁ μὲν ἐν τῇ προηγουμένῃ τῷ τοῦ Ἑρμοῦ· καλεῖται δὲ καὶ Ἀπόλλωνος· ὁ δὲ ἐν τῇ ἑπομένῃ τῷ τοῦ Ἄρεως· καλεῖται δὲ καὶ Ἡρακλέους.