τὸν δὲ τοῦ Κρόνου καὶ τὸν τοῦ Ἄρεως ὡς τῆς ἐναντίας φύσεως ποιητικούς, τὸν μὲν τῆς ἄγαν ψύξεως ἕνεκεν, τὸν δὲ τῆς ἄγαν ξηρότητος· τὸν δὲ ἥλιον καὶ τὸν τοῦ Ἑρμοῦ διὰ τὸ κοινὸν τῶν φύσεων ὡς ἀμφότερα δυναμένους καὶ μᾶλλον συντρεπομένους, οἷς ἂν τῶν ἄλλων παραγένωνται. ς΄. Περὶ ἀρρενικῶν καὶ θηλυκῶν. Πάλιν ἐπειδὴ τὰ πρῶτα γένη τῶν φύσεων δύο ἐστί τό τε ἄρρεν καὶ τὸ. θῆλυ, τῶν δὲ προκειμένων δυνάμεων ἡ τῆς ὑγρᾶς οὐσίας μάλιστα θηλυκὴ τυγχάνει, πλεῖον γὰρ ἐγγίνεται καθόλου τοῦτο τὸ μέρος πᾶσι τοῖς θήλεσι, τὰ δ’ ἄλλα μᾶλλον τοῖς ἄρρεσιν, εἰκότως τὴν μὲν σελήνην m20 καὶ τὸν τῆς Ἀφροδίτης ἀστέρα θηλυκοὺς ἡμῖν παραδεδώκασι, διὰ τὸ πλεῖον ἔχειν ἐν τῷ ὑγρῷ, τὸν δὲ ἥλιον καὶ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως ἀρρενικούς, τὸν δὲ τοῦ Ἑρμοῦ κοινὸν ἀμφοτέρων τῶν γενῶν, καθὸ ἐξ ἴσου καὶ τῆς ὑγρᾶς οὐσίας καὶ τῆς ξηρᾶς ἐστι ποιητικός. ἀρρενοῦσθαι δέ φασι τοὺς ἀστέρας καὶ θηλύνεσθαι παρά τε τοὺς πρὸς τὸν ἥλιον σχηματισμούς, ἑῴους μὲν γὰρ ὄντας καὶ προηγουμένους ἀρρενοῦσθαι, ἑσπερίους δὲ καὶ ἑπομένους θηλύνεσθαι, καὶ ἔτι παρὰ τοὺς πρὸς τὸν ὁρίζοντα· ἐν μὲν γὰρ τοῖς ἀπὸ ἀνατολῆς μέχρι μεσουρανήσεως ἢ καὶ ἀπὸ δύσεως μέχρι τῆς ὑπὸ γῆν ἀντιμεσουρανήσεως σχηματισμοῖς ὡς ἀπηλιωτικοῖς c6 ἀρρενοῦσθαι, ἐν δὲ τοῖς λοιποῖς τεταρτημορίοις δυσὶν ὡς λιβικοῖς θηλύνεσθαι. 2 Ἄρεως VLY Ἄρεως κακοποιοὺς βγ 4 ἥλιον] τοῦ ἡλίου β ὃ ὡς om. VL 6 παραγένωνται V παραγίγνωνται Y προσγένωνται βγ L (-vov-) 7 θηλ. ἀστέρων YDM Procl. 9. τῶν] δὲ τῶν γ 10 ὑγρᾶς] εὐπόρας Y 14 ἔχειν] σχεῖν V 17 καὶ τῆς ὑγρᾶς—ξηρᾶς VDγ τῆς τε ξηρᾶς καὶ τῆς ὑγρᾶς YMS 19 τε om. βγ τοὺς] τοῦ V 28 ἀνατολῆς] ἀνατολικοῦ V 23. 24 μέχρι—ἀντιμεσουρανήσεως om. Y 25 δυσὶν om. γ 26 λιβικοὺς Υγ