καὶ ὁ τῆς Ἀφροδίτης δὲ τῶν μὲν αὐτῶν ἐστι κατὰ τὸ εὔκρατον ποιητικός, ἀλλὰ κατὰ τὸ ἐναντίον. θερμαίνει μὲν γὰρ ἠρέμα διὰ τὴν ἐγγύτητα τὴν πρὸς τὸν ἥλιον, μάλιστα δὲ ὑγραίνει καθάπερ ἡ σελήνη καὶ αὐτός, διὰ τὸ μέγεθος τῶν ἰδίων φώτων νοσφιζόμενος τὴν ἀπὸ τῶν περιεχόντων τὴν γῆν ὑγρῶν ἀναθυμίασιν. ὁ δὲ τοῦ Ἑρμοῦ ὡς ἐπίπαν ἐξ ἴσου ποτὲ μὲν ξηραν- c5v τικὸς καταλαμβάνεται καὶ τῶν ὑγρῶν ἀναπωτικὸς διὰ τὸ μηδέποτε πολὺ τῆς τοῦ ἡλίου θερμασίας κατὰ μῆκος ἀφίστασθαι, ποτὲ δ’ αὖ ὑγραντικὸς διὰ τὸ τῇ περιγειοτάτῃ σφαίρᾳ τῆς σελήνης ἐπικεῖσθαι· ταχείας δὲ ποιεῖται m19 τὰς ἐν ἀμφοτέροις μεταβολάς, πνευματούμενος ὥσπερ ὑπὸ τῆς περὶ αὐτὸν τὸν ἥλιον ὀξυκινησίας. ε΄. Περὶ ἀγαθοποιῶν καὶ κακοποιῶν. Τούτων οὕτως ἐχόντων ἐπειδὴ τῶν τεσσάρων χυμάτων δύο μέν ἐστι τὰ γόνιμα καὶ ποιητικά, τό τε τοῦ θερμοῦ καὶ τὸ τοῦ ὑγροῦ, διὰ τούτων γὰρ πάντα συγκρίνεται τε καὶ αὔξεται, δύο δὲ τὰ φθαρτικὰ καὶ παθητικά, τό τε τοῦ ψυχροῦ καὶ τὸ τοῦ ξηροῦ, δι’ ὧν πάντα πάλιν διακρίνεται καὶ φθίνει, τοὺς μὲν δύο τῶν πλανητῶν, τόν τε τοῦ Διὸς καὶ τὸν τῆς Ἀφροδίτης, καὶ ἔτι τὴν σελήνην ὡς ἀγαθοποιοὺς οἱ παλαιοὶ παρειλήφασι, διὰ τὸ εὔκρατον καὶ τὸ 1 Antiochus CCAG VII 120, 26 ss.; Kroll, Plin.2 16 CCAG IV 57 f 386v 1 ὑπὸ — σφαιρῶν om. γ 4 ποιητικός—ἐναντίον] τῷ Διί D 6 καθάπερ ἡ σελήνη καὶ αὐτὸς VYβ καὶ αὐτὸς καθάπερ ἡ σελήνη γ 10 ἀναπωτικὸς Υβγ ἀεὶ ποτικός V 16 ε΄ V δ΄ D γ γ’ Y om. ΣMS (et sic deinceps) κακοποιῶν ἀστέρων D 17 χυμάτων] σωμάτων Y 18 τὰ ποιητικὰ καὶ γόνιμα β γ 20 καὶ (prius) οm. V καὶ (alt.) YM τε V τε καὶ LSDy 21 ψυχροῦ . . . ξηροῦ YMSγ ξηροῦ . . . ψυχροῦ VLD πάλιν ΥDγ om. VLMS πλεῖον ἔχειν ἐν τῷ θερμῷ καὶ τῷ ὑγρῷ·