λοιπὸν δ’ ἂν εἴη τῶν προκειμένων τὴν κατὰ τὸ χρήσιμον ἐπίσκεψιν διὰ βραχέων ποιήσασθαι πρότερον διαλαβοῦσι, τίνα τρόπον καὶ πρὸς τί τέλος ἀφορῶντες τὴν αὐτοῦ τοῦ χρησίμου δύναμιν ἐκδεξόμεθα. εἰ μὲν γὰρ πρὸς τὰ τῆς ψυχῆς ἀγαθά, τί ἂν εἴη συμφορώτερον πρὸς εὐπραγίαν καὶ χαρὰν καὶ ὅλως εὐαρέστησιν τῆς τοιαύτης προγνώσεως, καθ’ ἢν τῶν τε ἀνθρωπίνων καὶ τῶν θείων γινόμεθα συνορατικοί; εἰ δὲ πρὸς τὰ τοῦ σώματος, πάντων ἂν μᾶλλον ἡ τοιαύτη κατάληψις ἐπιγινώσκοι τὸ οἰκεῖόν τε καὶ πρόσ c 3v φορον τῇ καθ’ ἑκάστην σύγκρασιν ἐπιτηδειότητι. εἰ δὲ μὴ πρὸς πλοῦτον ἢ δόξαν ἢ τὰ τοιαῦτα συνεργεῖ, προχωρήσει καὶ περὶ πάσης φιλοσοφίας τὸ αὐτὸ τοῦτο φάσκειν· οὐδενὸς γὰρ τῶν τοιούτων ἐστὶν ὅσον τὸ ἐφ’ ἑαυτῇ περιποιητική. ἀλλ᾿ οὔτ’ ἐκείνης διὰ τοῦτ’ ἂν οὔτε ταύτης καταγινώσκοιμεν δικαίως, ἀφέμενοι τοῦ πρὸς τὰ μείζω συμφέροντος. m 11 ὅλως δ’ ἂν ἐξετάζουσι φανεῖεν ἂν οἱ τὸ ἄχρηστον τῆς καταλήψεως ἐπιμεμφόμενοι πρὸς οὐδὲν τῶν κυριωτάτων ἀφορῶντες, ἀλλὰ πρὸς αὐτὸ τοῦτο μόνον, ὅτι τῶν πάντη πάντως ἐσομένων ἡ πρόγνωσις περισσή, καὶ τοῦτο δὲ ἁπλῶς πάνυ καὶ οὐκ εὖ διειλημμένως. πρῶτον μὲν γὰρ δεῖ σκοπεῖν,