ὥσπερ δὲ οἶμαι καὶ ἐπ᾿ αὐτοῦ τοῦ προγνωστικοῦ, κἂν μὴ διὰ παντὸς ἄπταιστον, τό γε δυνατὸν αὐτοῦ μεγίστης ἄξιον σπουδῆς κατεφαίνετο, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ φυλακτικοῦ καὶ εἰ μὴ πάντων ἐστὶ θεραπευτικόν, ἀλλὰ τό γ’ ἐπ’ ἐνίων κἂν ὀλίγα κἂν μικρὰ ἀγαπᾶν καὶ ἀσπάζεσθαι καὶ κέρδος οὐ τὸ τυχὸν ἡγεῖσθαι προσήκει. τούτοις δὲ ὡς ἔοικε συνεγνωκότες οὕτως ἔχουσι καὶ οἱ μάλιστα τὴν τοιαύτην δύναμιν τῆς τέχνης προαγαγόντες Αἰγύπτιοι συνῆψαν πανταχῆ τῷ δι’ ἀστρονομίας προγνωστικῷ τὴν ἰατρικήν. οὐ γὰρ ἄν ποτε ἀποτροπιασμούς τινας καὶ φυλακτήρια m 16 καὶ θεραπείας συνίσταντο πρὸς τὰς ἐκ τοῦ περιέχοντος ἐπιούσας παρούσας περιστάσεις καθολικάς τε καὶ με· ρικάς, εἴ τις αὐτοῖς ἀκινησίας καὶ ἀμετατρεψίας τῶν ἐσομένων ὑπῆρχε δόξα. νῦν δὲ καὶ τὸ κατὰ τὰς ἐφεξῆς φύσεις ἀντιπρᾶξαι δυνάμενον ἐν δευτέρᾳ χώρᾳ τοῦ καθ’ εἱμαρμένην λόγου τιθέμενοι συνέζευξαν τῇ τῆς προγνώσεως δυνάμει τὴν κατὰ τὸ χρήσιμον καὶ ὠφέλιμον διὰ τῶν καλουμένων παρ’ αὐτοῖς ἰατρομαθηματικῶν συντάξεων, ὅπως διὰ μὲν <τῆς> ἀστρονομίας τάς τε τῶν συγκράσεων ποιότητας εἰδέναι συμβαίνῃ καὶ τὰ διὰ τὸ περιέχον ἐσόμενα συμπτώματα καὶ τὰς ἰδίας αὐτῶν αἰτίας, ὡς ἄνευ τῆς τούτων γνώσεως καὶ τῶν βοηθημάτων κατὰ τὸ πλεῖστον διαπίπτειν ὀφειλόντων, ἅτε μὴ πᾶσι σώμασιν ἢ πάθεσι τῶν αὐτῶν συμμέτρων ὄντων, διὰ δὲ τῆς ἰατρικῆς ἀπὸ τῶν ἑκάστοις οἰκείως 19 Phys. et med. Gr. ed. Ideler I 387396 1 παρέχειν βγ παρέχει Y παρέσχε V τῶν ἀποβησομένων ω τῶν del. Boll 2 κἂν V καὶ εἰ βγ καὶ ἡ Υ 6 κἂν ὀλίγα VY ὀλίγα βγ 9 τῆς τέχνης VYy τῆς τέχνης ψυχῆς (!) D τῆς ψυχῆς S om. M sed add. m² τῆς ψυχῆς in marg. 11 φυκτήρια 12 VY συνίστανον βγ 16 ἀντιπρᾶξαι] ἀντιπαρατάξαι Y 21 συγκράσεων Υγ συγκρίσεων β συγκρίσεως V συμβαίνειν 22 διὰ om. Y ἐσόμενα γ ἰδίας Σ om. Υβγ 23 αὐτῶν αἰτίας V αἰτίας αὐτῶν Υβγ προγνώσεως Y 24 βοημάτων V συμπαθούντων ἢ ἀντιπαθούντων τάς τε τῶν μελλόντων παθῶν προφυλακὰς καὶ τὰς τῶν ἐνεστώτων θεραπείας ἀδιαπτώτους ὡς ἔνι μάλιστα ποιούμενοι διατελῶσιν.