ἔπειτα καὶ οἱ πλεῖστοι τοῦ πορίζειν ἕνεκεν ἑτέραν τέχνην τῷ ταύτης ὀνόματι καταξιοπιστευόμενοι τοὺς μὲν ἰδιώτας ἐξαπατῶσι πολλὰ προλέγειν δο- c 2v κοῦντες καὶ τῶν μηδεμίαν φύσιν ἐχόντων προγινώσκεσθαι, τοῖς δὲ ζητητικωτέροις διὰ τούτου παρέσχον ἀφορμὴν έν ἴσω καὶ τῶν φύσιν ἐχόντων προλέγεσθαι καταγινώσκειν, οὐδὲ τοῦτο δεόντως· οὐδὲ γὰρ φιλοσοφίαν ἀναιρετέον, ἐπεί τινες τῶν προσποιουμένων αὐτὴν 21. 22 Phas. 13,10; Tetrab. p.46,24; 49,4 26 ss. Plat. Gorg. 457 A 6 ἰδιοσυγκρασίας MSγ ἰδιοσυγκρισίας VD ἰδιοσυγκρησίας Υ 9 συγκράσει] συγκρίσει Υ 11 πρὸς] εἰς Σ 13 τούτων] τοῦτο VD 15 κατανοήσαμεν V 18 τοῦ Υ τούτου cett. 20 ἀδυνάμενα V 21. 22 καταξιοπιστευόμενοι] καὶ ἀξίᾳ προστησάμενοι καὶ πιστευόμενοι Σ 22 διαπατῶσι Y 25 ἐν ἴσῳ VY ἐν ἑκάστῳ Σβγ προλέγεσθαι] προγινώσκεσθαι Σ πονηροὶ καταφαίνονται. ἀλλ’ ὅμως ἐναργές ἐστιν ὅτι κἂν m 7 διερευνητικῶς τις ὡς ἔνι μάλιστα καὶ γνησίως τοῖς μαθήμασι προσέρχηται, πολλάκις πταίειν αὐτὸν ἐνδέχεται, δι’ οὐδὲν μὲν τῶν εἰρημένων, δι’ αὐτὴν δὲ τὴν τοῦ πράγματος φύσιν καὶ τὴν πρὸς τὸ μέγεθος τῆς ἐπαγγελίας ἀσθένειαν. καθόλου γάρ, πρὸς τῷ τὴν περὶ τὸ ποιὸν τῆς ὕλης θεωρίαν πᾶσαν εἰκαστικήν εἶναι καὶ οὐ διαβεβαιωτικὴν καὶ μάλιστα τὴν ἐκ πολλῶν ἀνομοίων συγκιρναμένην, ἔτι καὶ τοῖς παλαιοῖς τῶν πλανωμένων συσχηματισμοῖς, ἀφ’ ὧν ἐφαρμόζομεν τοῖς ὡσαύτως ἔχουσι τῶν νῦν τὰς ὑπὸ τῶν προγενεστέρων ἐπ’ ἐκείνων παρατετηρημένας προτελέσεις, παρόμοιοι μὲν δύνανται γίνεσθαι μᾶλλον ἢ ἦττον καὶ οὗτοι διὰ μακρῶν περιόδων,