τί δὴ οὖν κωλύει τὸν ἠκριβωκότα μὲν τάς τε πάντων τῶν ἀστέρων καὶ ἡλίου καὶ σελήνης κινήσεις, ὅπως αὐτὸν μηδενὸς τῶν σχηματισμῶν μήτε ὁ τόπος μήτε ὁ χρόνος λανθάνῃ, διειληφότα δὲ ἐκ τῆς ἔτι ἄνωθεν συνεχοῦς ἱστορίας ὡς ἐπίπαν αὐτῶν τὰς φύσεις, κἄν μὴ τὰς κατ’ αὐτὸ τὸ ὑποκείμενον ἀλλὰ τάς γε δυνάμει ποιητικάς, οἷον ὡς τὴν τοῦ ἡλίου ὅτι θερμαίνει καὶ τὴν τῆς σελήνης ὅτι ὑγραίνει, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως, ἱκανὸν δὲ πρὸς τοιαῦτα ὄντα φυσικῶς ἅμα καὶ εὐστόχως ἐκ τῆς συγκράσεως πάντων τὸ 21 Tetrab. p. 85, 3, 4; Servius in Aen. XI 51 1 ἐπισκεπτομένοις Y προσγινωσκόμενα V 8 μᾶλλον–5 αἴτιος om. γ 5 ἐτησίας DM 11 σχηματισμῶν Y Procl. παρὰ-χρόνους] παρὰ μήτε τὸ τοὺς αὐτῶν τούτων χρόνους Υ 10 τὸν] τῶν V 18 σχημ. VΣSA συσχημ. YDMC Procl. λανθάνῃ YSy λανθάνει V λανθάνοι ΣDM 19 δὲ] δὲ ὡς ἐπίπαν αὐτὰ φύσει Σ ἱστορίας om. Y 20 αὐτῶν τὰς β αὐτῶν Y αὐτὰς τὰς γ αὐτὰ V (Σ v. 19) φύσεις Υβγ φύσει V hic om. Σ (v. 19) τὰς κατ’ αὐτὸ τὸ] κατὰ τὴν οὐσίαν τῶν ἀστέρων κατ’ αὐτὸν Υ 22 ὑγραίνει] ψυχραίνη ἢ ὅτι ὑγραίνη Υ 23 δὲ] εἶναι γ 24 συγκράσεως Υβγ συγκρίσεως Υ τὸ om. V ἴδιον τῆς ποιότητος διαλαβεῖν, ὡς δύνασθαι μὲν ἐφ’ ἑκάστου τῶν διδομένων καιρῶν ἐκ τῆς τότε τῶν φαινο- μένων σχέσεως τὰς τοῦ περιέχοντος ἰδιοτροπίας εἰπεῖν, οἷον ὅτι θερμότερον ἢ ὑγρότερον ἔσται, δύνασθαι δὲ καὶ καθ’ ἕνα ἕκαστον τῶν ἀνθρώπων τήν τε καθόλου ποιότητα m6 τῆς ἰδιοσυγκρασίας ἀπὸ τοῦ κατὰ τὴν σύστασιν περιέχοντος συνιδεῖν, οἷον ὅτι τὸ μὲν σῶμα τοιόσδε, τὴν δὲ ψυχὴν τοιόσδε, καὶ τὰ κατὰ καιροὺς συμπτώματα, διὰ τὸ τὸ μὲν τοιόνδε περιέχον τῇ τοιᾷδε συγκράσει σύμμετρον ἢ καὶ πρόσφορον γίνεσθαι πρὸς εὐεξίαν, τὸ δὲ τοιόνδε ἀσύμμετρον καὶ πρόσφορον πρὸς κάκωσιν; ἀλλὰ γὰρ τὸ μὲν δυνατὸν τῆς τοιαύτης καταλήψεως διὰ τούτων καὶ τῶν ὁμοίων ἔστι συνιδεῖν. ὅτι δὲ εὐπροφασίστως μέν, οὐ προσηκόντως δὲ τὴν πρὸς τὸ ἀδύνατον ἔσχε διαβολήν, οὕτως ἂν κατανοήσαιμεν. πρῶτον μὲν γὰρ τὰ πταίσματα τῶν μὴ ἀκριβούντων τὸ ἔργον πολλὰ ὄντα ὡς ·έν μεγάλῃ καὶ πολυμερεῖ θεωρίᾳ καὶ τοῖς ἀληθευομένοις τὴν τοῦ ἐκ τύχης παρέσχε δόξαν, οὐκ ὀρθῶς· τὸ γὰρ τοιοῦτον οὐ τῆς ἐπιστήμης ἀλλὰ τῶν μεταχειριζομέ- νων ἐστὶν ἀδυναμία.