Ὅτι μὲν τοίνυν διαδίδοται καὶ διικνεῖταί τις δύναμις ἀπὸ τῆς αἰθερώδους καὶ ἀϊδίου φύσεως ἐπὶ πᾶσαν τῆν c 1v περίγειον καὶ δι’ ὅλων μεταβλήτην, τῶν ὑπὸ τὴν σελήνην πρώτων στοιχείων πυρὸς καὶ ἀέρος περιεχομένων μὲν καὶ τρεπομένων ὑπὸ τῶν κατὰ τὸν αἰθέρα κινήσεων, περιεχόντων δὲ καὶ συντρεπόντων τὰ λοιπὰ πάντα, γῆν καὶ ὕδωρ καὶ τὰ ἐν αὐτοῖς φυτὰ καὶ ζῷα, πᾶσιν ἂν ἐναργέστατον καὶ δι’ ὀλίγων φανείη. ὅ τε γὰρ ἥλιος διατίθησί m3 πως ἀεὶ μετὰ τοῦ περιέχοντος πάντα τὰ περὶ τὴν γῆν, οὐ μόνον διὰ τῶν κατὰ τὰς ἐτησίους ὥρας μεταβολῶν πρὸς γονὰς ζῴων καὶ φυτῶν καρποφορίας καὶ ῥύσεις ὑδάτων καὶ σωμάτων μετατροπάς, ἀλλὰ καὶ διὰ τῶν καθ’ ἑκάστην ἡμέραν περιόδων θερμαίνων τε καὶ ὑγραίνων καὶ ξηραίνων καὶ ψύχων τεταγμένως τε καὶ ἀκολούθως τοῖς πρὸς τὸν κατὰ κορυφὴν ἡμῶν γινομένοις ὁμοιοτρόποις σχηματισμοῖς. ἤ τε σελήνη πλείστην ὡς περιγειοτάτη διαδίδωσιν ἡμῖν ἐπὶ τὴν γῆν τὴν ἀπόρροιαν, συμπαθούντων αὐτῇ καὶ συντρεπομένων τῶν πλείστων καὶ ἀψύχων καὶ ἐμψύχων καὶ ποταμῶν μὲν συναυξόντων καὶ συμμειούν- των τοῖς φωσὶν αὐτῆς τὰ ῥεύματα, θαλασσῶν δὲ συντρεπουσῶν ταῖς ἀνατολαῖς καὶ ταῖς δύσεσι τὰς ἰδίας ὁρμάς, φυτῶν δὲ καὶ ζῴων ἢ ὅλων ἢ κατά τινα μέρη 5 Zeller III 1³, 127, sed cf. Diog. Laert. VII 161 17 Tetrab. p.17, 17; p. 30, 12; Servius in Aen. XI 51 1 tit. hic om. supra. p. 3, 15 pos. Y β' V α' Dγ om. α MS καταληπτική Α 5 ὅλων V Σ ὅλου Υβγ 7 τῶν] τὸν V 9.10 ἐναργέστατον V Σβγ ἐναργέστατα Y ἐνεργέστατον cm 12 ἐτησίας β 15 ὑγραίνων τε καὶ θερμαίνων Y 17 τὸν (scil. τόπον) VS τῶν Μ τῷ α- τὸ γ τῆς D 18 πλεῖστα Υ om. Σ 19 δίδωσι Σ ἡμῖν om. α ἐπὶ] ὑπὸ Y τοῖς πρὸς Σ τῇ γῇ Σ 20.21 καὶ ἐμψύχων καὶ ἀψύχων Σ 21 καὶ συμμειούντων om. Y 22 αὐτῆς α Sγ αὐτοῖς VDM δὲ om. V συμπληρουμένων τε αὐτῇ καὶ συμμειουμένων.