<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0358.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="3"><head>3 Ὅτι ἡ πρώτη ἐν αἰσθητοῖς μουσικὴ περὶ τοὺς πλάνητας
θεωρεῖται κατὰ μίμησιν δʼ ἐκείνης ἡ παρʼ ἡμῖν.</head><p>Υ. Τὰ μὲν οὖν ὀνόματα τῶν φθόγγων ἀπὸ τῶν
κατʼ οὐρανὸν ἰόντων ἑπτὰ ἀ στέρων καὶ τὴν γῆν
<lb n="5"/> περιπολευόντων πιθανὸν ὠνομάσθαι. πάντα γὰρ τὰ
ῥοιζούμενά φασι σώματα καθυπείκοντός τινος καὶ
ῥᾷστα κυμαινομένου ψόφους ἀναγκαίως ποιεῖν μεγέθει
καὶ φωνῆς τόπῳ παρηλλαγμένους ἀλλήλων ἤτοι παρὰ
τοὺς ἑαυτῶν ὄγκους ἢ παρὰ τὰς ἰδίας ταχυτῆτας ἢ
<lb n="10"/> παρὰ τὰς ἐποχὰς, ἐν αἷς ἡ ἑκάστου ῥύμη συντελεῖται,
εὐκυμαντοτέρας ἢ τοὐναντίον δυσπαλεῖς ὑπαρχούσας.
αἱ δὲ τρεῖς αὗται διαφοραὶ τρανῶς ὁρῶνται περὶ τοὺς
πλάνητας μεγέθει τε καὶ τάχει καὶ τόπῳ διεστῶτας
ἀλλήλων καὶ διὰ τοῦ αἰθερίου ἀναχύματος διηνεκῶς
<lb n="15"/> καὶ ἀστάτως ῥοιζουμένους. ἔνθεν γὰρ καὶ τοῦ ἀστὴρ
ὀνόματος τέτευχεν ἕκαστος οἷον στάσεως ἐστερημένος
καὶ ἀεὶ θέων, παρʼ ὃ καὶ θεὸς καὶ αἰθὴρ ὠνοματοπεποίηται.
ἀλλʼ ἀπὸ μὲν τοῦ κρονικοῦ κινήματος
ἀνωτάτου ὄντος ἀφʼ ἡμῶν ὁ βαρύτατος ἐν τῷ διὰ
<lb n="20"/> πασῶν φθόγγος ὑπάτη ἐκλήθη, ὕπατον γὰρ τὸ ἀνώτατον.
ἀπὸ δὲ τοῦ σεληνιακοῦ κατωτάτου πάντων καὶ
περιγειοτέρου κειμένου νεάτη· καὶ γὰρ νέατον τὸ
κατώτατον (p. 7). ἀπὸ δὲ τῶν παρʼ ἑκάτερον τοῦ μὲν
<note type="footnote">2 ἐκείνων B, sed vide supra. 5 περιπολούντων R.
6 καθʼ ὑπείκ. libb. 7 μεγέθει καὶ φωνῆς τόπῳ RM1, μ. καὶ
τάχει φωνῆς τόπῳ B, μ καὶ τάχει φωνῆς καὶ τόπῳ M⁴, μ. καὶ
τάχει καὶ τόπῳ exc. Neap. lII C 3 f. 2, μ. τε καὶ τάχει καὶ
τόπῳ Bryenn harm. l 1 p. 364. 8 ἀλλήλων παρηλλαγ-
μένους exc. Neap. 9 ὄγκους RB2, φθόγγους MB1. ταχύ-
τητας ὄγκους B. 11 εὐκυμαντοτέρους R. 13 τάχει M B.
πάχει R. 16 ἕκαστος τέτευχεν R. 19 ἀνωτάτω B. 21 κατω-
τάτου M, exc. (olim dicta lib. II), κατωτάτω RB.</note>

<pb n="242"/>
ὑπὸ τὸν Κρόνον, ὅς ἐστι Διὸς, παρυπάτη· τοῦ δʼ
ὑπὲρ Σελήνην, ὅς ἐστιν Ἀφροδίτης, παρανεάτη. ἀπὸ
δὲ τοῦ μεσαιτάτου, ὅς ἐστιν ἡλιακοῦ τετάρτου ἑκατέρωθεν
κειμένου, μέση διὰ τεσσάρων πρὸς ἀμφότερα
ἄκρα ἔν γε τῇ ἑπταχόρδῳ κατὰ τὸ παλαιὸν διεστῶσα <lb n="5"/>
καθάπερ καὶ ὁ Ἥλιος ἐν τοῖς ἑπτὰ πλάνησιν ἑκατέρωθέν
ἐστι τέταρτος, μεσαίτατος ὤν. ἀπὸ δὲ τῶν παρʼ
ἑκάτερα τοῦ Ἡλίου Ἄρεος μὲν μεταξὺ Διὸς καὶ Ἡλίου
τὴν σφαῖραν εἰληχότος ὑπερμέση ἡ καὶ λιχανός.
Ἑρμοῦ δὲ τὸ μεταίχμιον Ἀφροδίτης καὶ Ἡλίου κατέχοντος <lb n="10"/>
παραμέση. περὶ ὧν ἀκριβέστερον καὶ μετὰ
γραμμικῶν καὶ ἀριθμητικῶν ἀποδείξεων πληρέστατά
σοι βεβαιώσομεν, ἐν οἷς προϋπεσχόμεθά σοι ὑπομνήμασι,
σεμνοτάτη γυναικῶν καὶ φιλοκαλωτάτη, καὶ διʼ
ἃς αἰτίας ταύτης ἡμεῖς οὐκ ἐπακούομεν τῆς κοσμικῆς <lb n="15"/>
συμφωνίας κατακορές τι καὶ παναρμόνιον ὡς ὁ λόγος
ὑπογράφει φθεγγομένης. τὸ νῦν δὲ ἐπιτροχαστέον διὰ
τὴν τοῦ καιροῦ ὀξύτητα περὶ τῶν ἑξῆς.</p></div></div></body></text></TEI>