<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0358.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="12"><head>12. Περὶ τῆς κατὰ τὰ τρία γένη τῶν φθόγγων προβάσεως
καὶ διαιρέσειος.</head><p>ιβ. Ἵνα δὲ τὴν κατὰ τὰ τρία γένη προβίβασιν <lb n="20"/>
ἀπὸ προσλαμβανομένου μέχρι ὑπερβολαίας νήτης εὐτακτῶς
<note type="footnote">1 διιστάνουσαν R Pach., διιστῶσαν M. διεστῶσαν B. τὸ
om. libb. 2 τῷ] τῆ R, πρὸς τὴν B M4, τῷ τῶν Pach. συν-
άπτουσαν Pach. καὶ τὴν αὐτῶν τῶν μέσων libbo., τήν τε τῶν
μέσων αὐτῶν Pach. 3 συνημ M. τὴν τῶν διιζ MB.
τὴν τοῦ διεζ R. πρὸς τὴν ὑ. R, πρὸς τὴν τῶν ὑ. MB.
8 τελειότητος M 9 an τῆς δὶς δπ.? 10 χρωματικὸν M1.
12 τε om. R. προσεκθήσομαι R. 14 καὶ om. M. βού-
λευμα B. τοῦ ] σοῦ M1. 16 ὁ Πλάτων B. 17 εἰκοσαπλ. RB.</note>
<note type="footnote">5 ad εὑρέσεις cf. excerpta 1 et 4 et quae Boetius de
musica I 20 auctore Nicomacho de singulis chordis posteriore
aetate in citharam receptis exhibet.</note>

<pb n="261"/>
ἐκτατὴν ἔχῃς, εὔλογον μικρὰ ἔτι ἄνωθεν προσυπομνῆσαι
ἀπὸ τῶν ἤδη εἰρημένων ἀρξάμενον ἕνεκα
σαφηνείας.</p><p>Φθόγγος ἐστὶ φωνὴ ἄτομος, οἷον μονὰς κατʼ
ἀκοήν· ὡς δὲ οἱ νεώτεροι, ἐπίπτωσις φωνῆς ἐπὶ μίαν
τάσιν καὶ ἀπλῆν· ὡς δʼ ἔνιοι, ἦχος ἀπλατὴς κατὰ τόπον
ἀδιάστατος.</p><p>Διάστημα δʼ ἐστὶ δυοῖν φθόγγων μεταξύτης. σχέσις
δὲ λόγος ἐν ἑκάστῳ διαστήματι μετρητικὸς τῆς ἀποστάσεως·
διαφορὰ δὲ ὑπερβολὴ ἢ ἔλλειψις φθόγγων
πρὸς ἀλλήλους. κακῶς γὰρ οἴονται οἱ νομίζοντες διαφορὰν
καὶ σχέσιν τὸ αὐτὸ εἶναι. ἰδοὺ γὰρ τὰ δύο
πρὸς τὸ ἓν διαφορὰν μὲν ἔχει τὴν αὐτὴν, ἣν ἓν πρὸς
δύο, σχέσιν δὲ οὐ τὴν αὐτὴν. τὰ μὲν γὰρ δύο (p. 25)
διπλάσια, τὸ δὲ ἓν ἥμισυ. καὶ πάλιν ἐν πᾶσιν ἀριθμητικῆς
μεσότητος ὅροις τρισὶν ἢ καὶ πλείοσι διαφορὰ
μὲν ἡ αὐτὴ ἐν πᾶσι, σχέσις δὲ ἄλλη καὶ ἄλλη. περὶ
τοῦτο δὲ πλατύτερον εἴσῃ ἐν τοῖς κατὰ πλάτος.</p><p>Σύστημα δέ ἐστι δυοῖν ἢ καὶ πλειόνων διαστημάτων
σύνοδος. ἀλλὰ τῶν μὲν διαστημάτων οὐδεὶς
φθόγγος πρὸς τὸν συνεχῆ σύμφωνος, ἀλλὰ πάντως
διάφωνος, τῶν δὲ συστημάτω ἐστί τινα σύμφωνα,
<note type="footnote">1 ἐκτατὴν ego. ἔκτασιν R M, om. B. 5 ἀκοὴν RBPach.
p. 451, ἀκολουθίαν M. 6 tertiam detnitionem om. Pach. p. 451.
8 δυεῖν R. 19 καὶ RPach., om. M B. 21 fortasse erat πάντες
διάφωνοι. 22 post διάφωνος add. Pach.: τί γὰρ κατά τινος
λογικῶς ὀνομάζεται· διὰ τοῦτο γὰρ καὶ ἡ πρότασις διάστημα τῷ
Ἀριστοτέλει ὀνομάζεται. τὸ δὲ τί κατά τινος οὐ τὸ αὐτό ἐστιν
ἀλλʼ ἄλλο κατʼ ἄλλου. ὥσπερ καὶ ἐνταῦθα ἐν τῷ διαστήματι,
εἴπερ οἱ δύο φθόγγοι σύμφωνοι, οὐδὲν ἐμμελὲς ἀπεργάσονται.
νῦν δὲ ἀλλʼ (sic p. 452) ἐκ βαρυτέρου καὶ ὀξυτέρου τῶν φθόγ-
γων ἕν τι γενήσεται ἐν τῷ διαστήματι· πολυμιγέων γὰρ καὶ
δίχα φρονεόντων 〈 an φωονηέντων? Vinc.〉 ἕνωσις.</note>

<pb n="262"/>
τινὰ δὲ καὶ διάφωνα. σύμφωνα μὲν, ἐπειδὴ οἱ περιέχοντες
φθόγγοι διάφοροι τῷ μεγέθει ὄντες, ἃμα
κρουσθέντες ἢ ὅμως ποτὲ ἠχήσαντες ἐγκραθῶσιν ἀλλήλοις
οὕτως, ὥστε ἑνοειδῆ τὴν ἐξ αὐτῶν φωνὴν γενέσθαι
καὶ οἷον μίαν· διάφωνοι δὲ, ὅταν διεσχισμένη <lb n="5"/>
πως καὶ ἀσύγκρατος ἡ ἐξ ἀμφοτέρων φωνὴ ἀκούηται.</p><p>Ἐπεὶ δὲ τὸ πρώτιστον καὶ στοιχειωδέστατον σύμφωνον
τὸ διὰ τεσσάρων ἐστὶν ἐν τετραχόρδῳ συνεχεῖ,
λόγῳ δὲ ἐπιτρίτῳ, εὐλόγως κατὰ τοῦτο τῶν τῆς μελῳδίας
τριῶν γενῶν αἱ παραλλαγαὶ εὑρίσκονται πρὸς <lb n="10"/>
ἀλλήλας. τὸ μὲν γὰρ διατονικὸν, περὶ οὗ καὶ προέφαμεν,
οὕτω προχῳρεῖ· ἡμιτόνιον, εἶτα τόνος, εἶτα
τόνος· τρία διαστήματα ἐν τέσσαρσιν ἀριθμοῖς ὅ ἐστι
φοθόγγοις. καὶ ἐκ τούτου γε διατονικὸν καλεῖται, ἐκ
τοῦ προχωωρεῖν διὰ τῶν τόνων αὐτὸ μονώτατον τῶν <lb n="15"/>
ἄλλων. (p. 26) τὸ δὲ χρωματικὸν οὕτω προβιβάζε
ται· ἡμιτόνιον, εἶτα ἄλλο ἡμιτόνιον, εἶτα ἐπὶ τούτοις
ἀσύνθετον τριημιτόνιον. ἵνα καὶ τοῦτο, εἰ καὶ μὴ ἐκ
δύο τόνων καὶ ἡμιτονίου ἄντικρύς ἐστιν, ἀλλʼ οὖν
ἴσα ἔχον φαίνηται τὰ διαστήματα δυσὶ τόνοις καὶ <lb n="20"/>
ἡμιτονίῳ. τὸ δὲ ἐναρμόνιον τὴν προκοπὴν φυσικῶς
τοιαύτην ἔχει· δίεσις, ὅπερ ἐστὶν ἡμιτονίου ἥμισυ,
καὶ πάλιν ἄλλη δίεσις, συναμφότεραι ἡμιτονίῳ ἴσαι,
καὶ τὸ λειπόμενον τοῦ τετραχόρδου, ὅλον δίτονον
ἀσύνθετον· ἵνα καὶ τοῦτο δυσὶ τόνοις καὶ ἡμιτονίῳ <lb n="25"/>
ἴσον ᾖ ἐνδοτέρω γὰρ τούτων συμφωνῆσαι ἀδύνατον
φθόγγον φθόγγῳ. δῆλον οὖν ὅτι αἱ παραλλαγαὶ τῶν
<note type="footnote">3 κρασθέντες B. ὅμως] ὅπως libb. 8 ἐν τετραχόρδῳ
— ἐπιτρίτῳ om Pach. 452. 9 λόγῳ ἢ καὶ ἐ. B 12 προ-
χορῶν R. 15 διὰ τῶν διατόνων R, loco δια ras in M (an
δύο τ .?). 20 φαίνεται M.</note>

<pb n="263"/>
γενῶν οὐκ ἐν τοῖς τέσσαρσι φθόγγοις τοῦ διὰ τεσσάρων
διαφορὰν λαμβάνουσιν, ἀλλʼ ἐν μόνοις τοῖς δυ σὶ
μέσοις. ἐν μὲν οὗν χρωματικῷ ὁ τρίτος ἠλλάγη
φθόγγος πρὸς τὸ διάτονον, ὁ δὲ δεύτερος τῷ μὲν διατονικῷ
ὁ αὐτὸς ἔμεινεν, ὁμοτονεῖ δὲ τῷ τοῦ ἐναρμονίου
τρίτῳ. ἐν δὲ τῷ ἐναρμονίῳ οἱ δύο μέσοι ἐξηλλάγησαν
πρὸς τὸ διάτονον· ὥστʼ ἀντικεῖσθαι τὸ
ἐναρμόνιον τῷ διατόνῳ, μέσον δʼ αὐτῶν ὑπάρχειν τὸ
χρωματικόν· μικρὸν γὰρ παρέτρεψεν, ἓν μόνον ἡμιτόνιον,
ἀπὸ τοῦ διατονικοῦ. ἔνθεν καὶ χρῶμα ἔχειν λέγομεν
τοὺς εὐτρέπτους ἀνθρώπους. οἱ μὲν οὖν τοῦ
τετραχόρδου ἄκροι ἑστῶτες φθόγγοι λέγονται, οὐ γὰρ
μεταπίπτουσιν ἐν οὐδενὶ τῶν γενῶν· (p. 27 ) οἱ δὲ
μέσοι κινούμενοι· ἔν γε τῷ ἐναρμονίῳ. ἐν δὲ τῷ χρώματι
ὁ δεύτερος κινούμενός τε καὶ οὐ κινούμενος·
πρὸς μὲν γὰρ τὸ διάτονον οὐ μεταπίπτει, πρὸς δὲ τὸ
ἐναρμόνιον μεταπίπτει.</p><p>Σύστημα δὲ οὖσα ἡ διὰ πασῶν εἴτε ὑπὲρ μέσης ἕως
προσλαμβανομένου, εἴτε ὑπὸ μέσης ἕως νήτης ὑπερβολαίας
ἐν ὀκτὼ χορδαῖς — τῆς τε διὰ τεσσάρων δύο
τόνων καὶ ἡμιτονίου οὕσης, τῆς τε διὰ πέντε τριῶν
τόνων καὶ ἡμιτονίου ὑπαρχούσης — οὐκ εὐθὺς ἓξ τόνων
ὡς οἱ νεώτεροι νομίζουσιν ἀποτελεῖται, ἀλλὰ πέντε
τόνων καὶ δύο τῶν λεγομένων ἡμιτονίων. ἅπερ εἰ ὡς
ἀληθῶς ἡμίση τόνων ὑπῆρχε, τί ἐκώλυε τόνον ἐξ αὐτῶν
ἀποτελεῖσθαι καὶ ἓξ τόνων ὑπάρχειν αὐτήν; τὴν
<note type="footnote">1 τοῖς om. M. 4 πρὸς τὸν R. 11 τοῦ om. M. 13 μετα-
πίπτουσιν R. διαπίπτουσιν Pach., μετατρέπονται M B. 18 ὑπερ-
μέσην R (cf. lin. 19 et p. 258, 4), ἀπὸ μέσης M B, ἀπὸ τοῦ πρ
πρὸς τὴν μ Pach. p 454. 19 ὑπὸ μέσης BU , ὑπομέσην RM1.
ἀπὸ τῆς μ. πρὸς τὴν ν. τὴν ὑπβ Pach. 20 τῆς τε RM.
21 καὶ τῆς B. 25 τόνος ἐξ R.</note>

<pb n="264"/>
δὲ τούτου ἀπόδειξιν ἐν τοῖς κατὰ πλάτος ποικιλώτατα
σαφηνιοῦμεν. συμφήσει δὲ ἡμῖν καὶ ἐν τῇ προκειμένῃ
λέξει Φιλόλαος λέγων· ,,ἁρμονία δὲ πέντε ἐπόγδοα καὶ
δύο διέσιες“, τουτέστι δύο ἡμιτόνια, ἃ πεποιήκει ἂν
ἕνα τόνον, εἴπερ ἦν ὡς ἀληθῶς ἡμίση τόνων.</p><p>Ἀναμεμιγμένων οὗν ὑπὸ τὸ αὐτὸ διάγραμμα τῶν
τριῶν ἀλλήλοις γενῶν τὰ ὀνόματα ἔσται ταῦτα·</p><lg><l>προσλαμβανόμενος</l><l>ὑπάτη ὑπατῶν ἐναρμόνιος</l><l>παρυπάτη ὑπατῶν χρωματικὴ καὶ διάτονος</l><l>παρυπάτη ὑπατῶν ἐναρμόνιος</l><l>ἐναρμόνιος ὑπατῶν</l><l>χροματικὴ ὑπατῶν</l><l>διάτονος ὑπατῶν</l><l>ὑπάτη μέσων.</l><l>παρυπάτη μέσων ἐναρμόνιος</l><l>παρυπάτη μέσω χροματικὴ καὶ διάτονος</l><l>μέσων (p. 28) ἐναρμόνιος</l><l>μέσων χριοματική</l><l>μέσων διάτονος</l><l>μέση</l><l>τρίτη συνημμένων ἐναρμόνιος</l><l>τρίτη συνημμένων χρωματικὴ καὶ διάτονος</l><l>συνημμένων ἐναρμόνιος</l><l>συνημμένων χρωματική</l><l>συνημμένων διάτονος</l><l>νήτη συνημμένων</l><l>παραμέση</l><l>τρίτη διεζευγμένων ἐναρμόνιος</l><l>τρίτη διεζευγμένων χρωματικὴ καὶ διάτονος</l><l>ἐναρμόνιος διεζευγμένων</l><l>χριοματικὴ διεζευγμένων</l><l>διάτονος διεζευγμένων</l><l>νήτη διεζευγμένων</l><l>τρίτη ὑπερβολαίων ἐναρμόνιος</l><l>τρίτη ὑπερβολαίων χροματικὴ καὶ διάτονος</l><l>ἐναρμόνιος ὑπερβολαίων</l><l>χριοματικὴ ὑπερβολαίων</l><l>διάτονος ὑπερβολαίων</l><l>νήτη ὑπερβολαίων.</l></lg><pb n="265"/><p>Τῇς δὲ γραφῆς τοιαύτης τῇ ἐπείξει συγγινώσκουσα
— σύνοισθα γὰρ, ὅτι ἐν αὐτῇ τῇ ὁδεύσει μοι ἐπέταξας
παντοίως μετεώρῳ — κατὰ τὸν ἡμερώτατόν σου τρόπον
καὶ κοινῶν νοημονέστατον ἀπόδεξαι μὲν ὡς ἀπαρχήν
<lb n="5"/> τινα καὶ ἐξευμενισμόν, προσδέχου δὲ θεῶν ἐπιτρεπόντων
πληρεστάτην καὶ παντοίως ἐντελεστάτην τὴν
περὶ αὐτῶν τούτων τεχνολογίαν αὐτίκα μάλα σοι ὑπʼ
ἐμοῦ πεμφθησομένην μετὰ τῆς πρώτης ἀφορμῆς.</p><note type="footnote">p. 264, 1 ποικιλώτατα R, ποικιλότατα B, ποικιλότητι M.
2 συμφήσει ] an σύμφησι — Pach. λέγει. 4 ἄν om. MB.
15 ὑπ μέση vid. M1. 34 νήτη διεζ. om. R.</note><note type="footnote">1 ἐπιδείξει R. 2 μοι NMB, om. vid. R. 4 κοινῶν B.
κοινόν M. 6 παντοίως an πάντως 6 εὐτελεστάτην M.
8 πεμφησομ. M.</note></div></div></body></text></TEI>