<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0358.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="10"><head>10. Περὶ τῆς διὰ τῶν ἀριθμητικῶν λόγων ἁρμόσεως
τῶν φθόγγων.</head><p>ι. Πάλιν οὖν ἀνελθόντες ἐπὶ τὸν πρότερον λόγον
<add cause="omitted">c. 4</add> συνάπτωμεν τὰ ἑξῆς, λέγοντες, ὅτι ἐναντίον τῇ
κατὰ τὴν τάσιν συμμετρίᾳ τῷ μὲν πιήθει ὀξυτονούσῃ
τοὺς φθόγγους, τῇ δὲ ὀλιγότητι βαρυτονούσῃ συμβέβηκε
περὶ τὰ μήκη θεωρεῖσθαι καὶ τὰ πάχη τῶν τε
χορδῶν καὶ τῶν κοιλιώσεων τῶν αὐλῶν κατʼ ἀντίστροφον
μέντοι ἀναλογίαν· ἐν τούτοις γὰρ ἀνάπαλιν αἱ
μὲν βραχύτητες ὀξυτονοῦσιν, αἱ δὲ πλειονότητες βαρυτονοῦσιν.
εἰ γάρ τις χορδῆς μακρᾶς ὑπὸ μίαν καὶ τὴν
αὐτὴν τάσιν κειμένης ἐπί τινι κανόνι, ἐξηρμένης δʼ
αὐτοῦ ἐφʼ ὅσον μὴ ψαύειν, τὸν ἀπὸ τῆς ὅλης κρουσθείσης
φθόγγον συγκρίνοι πρὸς τὸν ἀπὸ τῆς ἡμισείας,
ἀποληφθείσης τῆς χορδῆς ὑπαγωγεῖ ἢ τοιούτῳ
τινὶ ἐκ τοῦ μεσαιτάτου, ἵνα μὴ περαιτέρω τοῦ ἡμίσους
ὁ τῆς κρούσεως κραδασμὸς χωρόῃ, διὰ πασῶν εὑρήσει
τὸν ἀπὸ τῆς ἡμισείας (p. 19) πρὸς τὸν ἀπὸ τῆς ὅλης
ψόφον μείζονα, ὅπερ ἐστὶ διπλάσιον, ἐναντιοπαθῶς ταῖς
τοῦ μύκους ἀνταποδόσεσιν. εἰ δὲ κατὰ τὸ τρίτον μέρος
ἀκριβῶς μετρηθὲν κατάσχοι τὸν κραδασμὸν, τὸ
ἀπὸ τοῦ διμοίρου φθέγμα ἡμιόλιον ἀναγκαίως ἔσται
πρὸς τὸ ἀπὸ τῆς ὅλης, ἀντιστρόφως τῷ μήκει. εἰ δὲ
κατὰ τὸ τέταρτον μέρος τῆς χορδῆς ἐγκόψεις τῇ κρούσει,
<note type="footnote">3 διὰ om B 6 συνάπτομεν M. λέγοντες πῶς ὅτι B.
9 τε supra lin. Μ 12 βραχύταται M, fortasse duo erant
comparativi. cf. lectt. p. 275, 5. 14 ἐξηρμένης M, ἐξῃρημένης
RB. δ᾿ αὐτῆς R. 16 συγκρίνει MB. 17 ἀπολειφθ. R
(Stud.). 23 μετάσχοι R. 26 ἐκκόψεις R.</note>

<pb n="255"/>
περαιτέρω προχωρεῖν οὐκ ἐῶν τὸν κραδασμὸν,
ἐπίτριτον ἂν πρὸς τὸ ἀπὸ τῆς ὅλης ἠχήσειε τὸ ἀπὸ
τῶν τριῶν μερῶν, ἐναντίως τῇ ἐν τοῦ μήκους σχέσει.
ὥσπερ καὶ ἐπὶ τοῦ αὐλοῦ τρισὶ τρυπήμασιν εἰς
τέσσαρα ἴσα μήκη νεμηθέντος, εἰ φραγέντων τῶν πρώτων
τρυπημάτων τῇ τῶν δακτύλων ἐπιθέσει τὸν ἀπὸ
τοῦ ὅλου αὐλοῦ φθόγγον συμβάλλοιμεν πρὸς τὸν ἀπὸ
τοῦ μέσου τρυπήματος ἐκπεμπόμενον ἀνεθείσης τῆς
τοῦ δακτύλου ἐπιθέσεως, εὑρεθείη ἂν διπλάσιος, καὶ
διὰ πασῶν τε ὁ ἀπὸ τοῦ μέσου τρυπήματος φθόγγος
πρὸς τὸν ἀπὸ τοῦ ὅλου αὐλοῦ. ὁ δʼ αὐτὸς καὶ πρὸς
τὸν ἀπὸ τοῦ ὑπʼ αὐτὸν, κειμένου δὲ πρὸς τῷ βατῆρι
κατωτάτω τρυπήματος ἡμιόλιος. οὗτος δὲ πρὸς τὸν
ἀπὸ τοῦ ὅλου ἐπίτριτος. ὁ δὲ ἀπὸ τοῦ πρὸς τῇ γλωσσίδι
φθόγγος πρὸς μὲν τὸν ἀπὸ τοῦ μέσου διπλάσιος,
τετραπλάσιος δὲ πρὸς τὸν ἀπὸ τοῦ ὅλου, ἀντιπαθῶς
ταῖς κατὰ τὰ μήκη ἀναλογίαις. κἀπὶ τῶν συρίγγων
παραπλήσιόν τι τὰ μήκη ἀπεργάζεται καὶ αἱ τῶν κοιλιώσεων
εὐρύτητες ὥσπερ καὶ (p. 20) αἱ τῶν χορδῶν
παχύτητες· αἱ γὰρ δίκωλοι διπλάσιον ἠχοῦσι τῶν
τετρακώλων.</p></div></div></body></text></TEI>